[ ]
Phokis — Delphi — 238/7 BC? — FD 3:3.218A-B
| 1 | θ[ε]ο[ί]. |
| ἄρχοντος ἐν Δελφοῖς [— —c.10— —, πυ]λαίας [ὀ]πωρινῆς, ἱερομνημονούντων Αἰ- | |
| τωλῶν Ἀρισστολάου, Α[— — —c.15— — —]ρχου, Φαλάκρου, Ἀλεξαμενοῦ, Πολυστρ- | |
| άτου, Κλεάνδρου, Λανί[κου — — —c.16— — —]υκρίτου· Δελφῶν Ἀρχίππου, Ἡρακλεί- | |
| 5 | δου· Βοιωτῶν Λυσαν[— —c.10— —· Χίων Τιμοκρά]τους· ἔδοξε τοῖς ἱερομνήμοσιν· ἐπ- |
| ειδὴ Τιμοκράτης Τ[— —c.9— —ς Χῖος ἀποσταλεὶς ἱ]ερομνήμων ὑπὸ τᾶς πόλιος τᾶς Χίων | |
| τά τε κατὰ τὰς θυσ̣[ίας συνετέλεσε λαμπρῶς καὶ] φιλοτίμως, πλείσσταν ἐπιμέλει- | |
| αν ποιούμενος τ[ᾶς εἰς τὸ δαιμόνιον εὐσεβείας, τά]ς τε δίκας μετὰ τῶν συνιερο- | |
| μναμόνων τὰς μ[ὲν διέλυσε, τὰς δὲ διέκρινε δικαί]ως καὶ κατὰ τοὺς νόμους, τῶν τε | |
| 10 | ἀγώνων συνεπ̣[εμελήθη τοῖς συνιερομνήμοσιν κατ]ὰ τὸ δόγμα τῶν Ἀμφικτυόν- |
| [ω]ν ἀξ̣ί̣ω̣ς τ̣ᾶ̣[ς τοῦ θεοῦ τιμᾶς καὶ τᾶς πόλιος τᾶς Χίων καὶ δι]ετέλει χρείας παρεχό- | |
| [μενος πάντοις τοῖς ἀφικνουμένοις εἰς τὰμ πόλιν ἀπόδειξιν] π̣[οιού]μενος τᾶς εὐνοί- | |
| [ας ἃν ἔχει ποτὶ τὸ ἔθνος τῶν Αἰτωλῶν καὶ τοὺς ἄλλους Ἀμφικτύονας, ἔν τε τᾶι] λ̣ο̣ι̣[πᾶι] | |
| [ἀρχᾶι {etc.}] | |
| 15 | [․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ τοῖς εὐεργετούντοις τὸν θεὸν καὶ τὸ κ]οινὸν τῶ[ν Ἀμφικτυό]- |
| [νων· ὑπάρχειν δὲ τὰς αὐτὰς τιμὰς καὶ τοῖς ἐκγόνοις αὐτο]ῦ· ὅπως δὲ καὶ δια[μένηι] | |
| [τούτων ὑπόμναμα εἰς τὸν ἅπαντα χρόνον, ἀναγράψαι τ]όδε τὸ δόγμα ἐς στάλα[ς λι]- | |
| [θίνας δύο, καὶ στᾶ]σαι τὰν μὲν [ἐν Δ]ελφοῖς ἐ[ν τῶι ἱερῶι τοῦ Ἀπό]λλωνος, τὰ<ν> δὲ ἐτέρα<ν> | |
| [ἐν Χίωι, τὸ δὲ ἀνά]λωμα δόμεν τὸν γραμματῆ [τῶν ἱερομναμόνω]ν. |