| 1 | ἐπὶ Διογείτονος ἄρχοντος ἐπὶ τῆς Δη- |
| μητριάδος δωδεκάτης πρυτανείας, ἧι | |
| Θεόδοτος Θεοφίλου Κειριάδης ἐγραμ- | |
| μάτευεν· Σκιροφοριῶνος ὀγδόει μετ’ ε- | |
| 5 | ἰκάδας· ἐκκλησία κυρία· τῶν προέδρων |
| ἐπεψήφιζεν Διόδωρος Ἐπιχάρου Κόπρ- | |
| ειος καὶ συμπρόεδ[ρ]οι· v ἔδοξεν τῶι δή- | |
| μωι· v Ἀκρότιμος Αἰσχίου Ἰκαριεὺς εἶ- | |
| πεν· ἐπειδὴ πάτριόν ἐστιν τοῖς ἰατρο- | |
| 10 | ῖς ὅσοι δημοσιεύουσιν θύειν τῶι Ἀσκ- |
| ληπιῶι καὶ τεῖ Ὑγιείαι δὶς τοῦ ἐνιαυ- | |
| τοῦ ὑπέρ τε αὑτῶν καὶ τῶν σωμάτων ὧν ἕ- | |
| καστοι ἰάσαντο, v ἀγαθῆι τύχει δεδόχ- | |
| θαι τεῖ βουλεῖ, v τοὺς προέδρους οἳ ἂν | |
| 15 | λάχωσιν εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν |
| χρηματίσαι περὶ τούτων ἐν ἱεροῖς, γν- | |
| ώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς | |
| [τὸν δῆ]μο[ν ὅ]τι δοκεῖ τεῖ βουλεῖ v τὸν ἱ- | |
| [ερέα τὸν ἀεὶ λα]νχάνοντ[α ․․․]νγι — — |
IG II²
772