[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — ca. 130-110 BC — Robert, Claros I (1989) 11-17 — SEG 39.1243
I — — —
1 [․]εν ἔτι τὴν ἀπὸ τῶν ἐφήβων ἔχων
ἡλικίαν προσεδρεύων τῶι γυμνα-
σίωι καὶ τὴν μὲν ψυχὴν τοῖς καλλίσ-
τοις συντρέφων μαθήμασιν, τὸ δὲ
5 σῶμα τοῖς ἀπὸ τῶν γυμνασιῶν ἐ-
θισμοῖς ἐναθλήσας ἐστεφα-
νώθη μὲν ἱεροὺς ἀγῶνας, εἰσ-
άγων δὲ τούτους εἰς τὴν πα-
τρίδα καὶ τὰς ἐπιβαλλούσας
10 τοῖς θεοῖς παριστάνων θυσί-
ας, πάντας ὁμοίως σπεύδων
ἀπ’ ἀρχῆς κοινωνοὺς ποιήσασ-
θαι τῆς τοῦ βίου προαιρέσεως
γλυκισμοὺς ἐπιτελέσας με-
15 τάδοσιν ἐποιήσατο τῆς ἀπὸ
τοῦ βίου χορηγίας· καλὸν δὲ κρί-
νων οὐ μόνον τὸν ἀπὸ τοῦ σώ-
ματος περιγινόμενον τῶι βίωι
καὶ τῆι πατρίδι κόσμον, ἀλλὰ καὶ
20 τὸν ἀπὸ τοῦ προίστασθαι τῶν κοι-
νῶν λόγω<ι> καὶ πράξει πολιτι-
κῇ, ἀπήντησεν μὲν εἰς τὴν
Ῥοδίων πόλιν, κἀκεῖ τοῖς ἀρίσ-
τοις καθηγηταῖς συνδ[ι]ατρείψας,
25 ἄλυπον μὲν καὶ διὰ πάντων ἀ-
παρενόχλητον ἐποιήσατο τὴν
ἐπιδημίαν καὶ ἀξίαν ἑκατέρων
τῶν πόλεων· μετὰ ταῦτα προ-
χιρισθεὶς θεωρὸς εἰς τὴν Ζμυρ-
30 ναίων πόλιν τὰς νομιζο-
μένας τοῖς θεοῖς παρέστη-
σεν θυσίας μετὰ τοῦ συναποδει-
χθέντος ἀνδ[ρ]ὸς ἀξίως τῶν δή-
μων ἑκατέρων καὶ τὸ ταγὲν αὐ-
35 τῶι διάφορον εἰς τὴν [θυ]σίαν ἀνέ-
πεμψεν τῶι δήμωι· ἐπέμει<νε> δὲ
κἀκεῖ συνὼν τοῖς ἀρίστοις παι-
δευταῖς· λαβὼν δὲ τῆς πάσης
παρεπιδημίας τὴν ἐπιβάλλου-
40 σαν μαρτυρίαν καὶ ἐπαινεθεὶς
διὰ ψηφίσματος οὐ μόνον παρὰ
τοῖς ἀποδεξαμένοις αὐτὸν Ζμυρ-
ναίοις καὶ τὴν περὶ τὸν βίον ἀρε-
τὴν καὶ εὐταξίαν, ἀλλὰ καὶ πα-
45 ρ’ ἡμῖν διαπρεσβευθέντων τού-
των μετὰ πομπῆς, φιλοτιμίας
— — —
II.1 — — —
κ̣α̣τ̣ο̣[․․․8․․․․]πλειον̣ος ν[․․․]
[․]σης αὐτὰς τὴν κτῆσιν ἐποιή̣σατο·
πρεσβεύων μὲν καὶ συμβουλεύ-
ων τὰ συνφορώτατα, φιλοτιμίας
5 δὲ οὐδεμιᾶς λειπόμενος, ἱκα-
νῶς μὲν γὰρ πρεσβείας
τετέλεκεν πρὸς στρατη{ι}-
γοὺς {²⁶στρατηγοὺς}²⁶ καὶ ταμίας καὶ πόλε[ι]ς
ἃς πάσας ἐκ τῶν ἰδίων ἀ-
10 νελείπτως χορηγῶν διῴ-
κησεν, καλλίστας δὲ καὶ
περὶ ἀναγκαιοτάτων τετέ-
λεκεν πρεσβείας συμφερόν-
τως πρὸς αὐτοὺς τοὺς ἡγου-
15 μένους Ῥωμαίους καὶ τὴν
σύνκλητον, τοὺς μὲν λοιποὺς
τῶν πολιτῶν ἀπαρενοχλήτους
ἐῶν μένειν ἐπὶ τῶν ἰδίων,
αὐτὸς δὲ τὸν ὑπὲρ ἁπάντων
20 κίνδυνον ἀναδεχόμενος
καὶ κατὰ γῆν καὶ κατὰ θάλασ-
σαν σώματι κ<αὶ τ>ῆι ψυχῆι καὶ
τῶι παντὶ βίωι περὶ τοῦ δήμου
παραβαλλόμενος, ἐνέτυχεν
25 μὲν τοῖς ἡγουμένοις Ῥωμαίοις
καὶ φανεὶς ἄξιος τῆς ἐκείνων
φιλίας τὸν ἀπὸ ταύτης καρπὸν
τοῖς πολείταις περιεποίησεν
πρὸς τοὺς ἀρίστους ἄνδρας τῆι
30 πατρίδι συνθέμενος πατρωνεί-
ας, στοιχοῦσαν δὲ τῆι περὶ αὐτὸν
ὑποστάσει λαβὼν καὶ τὴν παρὰ
τῆς συγκλήτου μαρτυρίαν, γι-
νομένης ἁρπαγῆς καὶ ἐφόδου
35 μεθ’ ὅπλων καὶ ἀδικημάτων ἐ-
πὶ τ<ῆ>ς ὑπαρχούσ<η>ς <ἡ>μεῖν χώρας
ἐπὶ Δούλων πόλεως, οὐ μόνον
τὴν ὑπὲρ ἐκείνων οἰκονομίαν
μετὰ τοῦ συνπρεσβεύοντος ἀν-
40 δρὸς ἀποδημήσας οἰκήαν τῶν
καιρῶν ἐποιήσατο, ἀλλὰ καὶ δό-
γματι διεκώλυσε τὰς ἁρπαγὰς
τῶν σπερμάτων καὶ τὰς βλάβας
γίνεσθαι, ἐπίταγμα τῆς συγκλή-
45 του ποιησαμένης τοῖς ταῦτα
διαπρασσομένοις ἵνα μηδὲν
εἰς τὸν δῆμον ἀδίκημα συν-
τελῶνται, φροντίζωσιν δὲ πε-
ρὶ τούτων {ε} καὶ ἐνισχύωσιν οἱ
50 διαβαίνοντες εἰς τὴν ἐπαρ-
χήαν στρατηγοί· ἑνὸς δὲ τῶν
πολιτῶν κατακρίτου γενομέ-
νου Ῥωμ<α>ϊκῷ κριτηρίωι ἐν τῆι ἐ-
παρχείᾳ, πρεσβεύσας πρὸς τὸν
55 στρατηγὸν τὸ{ν} γενόμενον ἄκυ-
ρον ἐποίησεν καὶ τὰ κρίματα
καὶ τὸν πολείτην καὶ τοὺς νό-
μους ἀβλαβεῖς ἐτήρησεν· πάλιν
τε προστάγματος ἐνεχθέντος
60 ἐναντίου τοῖς νόμοις κατά τι-
νων, ἐπελθὼν ἔπεισε τοὺς
ἡγουμένους ὡς δεῖ τὰ κριτήρια
— — —
III.1 — — —
[․․․․]ΟΜΕΝ[․․․]ΟΥΤΩΝ ἐδέ-
ξατο διάφορον· ἀνασστρα-
φεὶς δὲ καὶ τῆς πόλεως
καὶ αὐτῶν ἡγουμένων Ῥω-
5 μαίων ἀξίως καὶ τελέ-
σας τὴν χρήαν ἀνεγλεί-
πτως ἀπὸ τοῦ δοθέντος
χρήματος καὶ θεοῖς {καὶ}
πρέπον καὶ αὐτῶι τῶι δή-
10 μωι θυμίατρον ἀνέθηκεν,
τελῶν καὶ τὴν εἰς α[ὐ]-
τὸ κατασκευὴν ἐκ τῶν
ἰδίων· ἀπολυθεὶς δὲ καὶ
τῶν τοιούτων ΑΠΓΕΛΙΣ-
15 ΜΩΝ διὰ τὴν ἱερατηίαν,
καλὸν δὲ κρίνων καὶ αὐ-
θαιρέτως ὑπομένειν
τοὺς ὑπὲρ τοῦ θρέψαντος
ἐδάφους κινδύνους, ἐν
20 ταῖς ἐπιτρεπομέναις
ἑαυτῶι χρείαις τῆς πα-
τρίδος γνησίως καὶ λέ-
γων καὶ πράσσων τὰ κρά-
τιστα διατετέλεκεν·
25 πολλοῖς δὲ τῶν ἐπὶ τὸν
δῆμον καταφευγόντων
διὰ τὰς τυχικὰς περιστά-
σεις καὶ προσδεομένοις
ἐπικουρήας πολειτικῶς
30 κέχρηται καὶ ἀνθρωπίνως,
ἐπιδιδοὺς καὶ συνυπολαμ-
βάνων καὶ καθ’ ἰδίαν καὶ ἐν
ταῖς γεινομέναις ὑπὸ τοῦ
δήμου παρακλήσεσιν προθύ-
35 μως· διὰ παντὸς δὲ φιλάν-
θρωπον καὶ τοῦ τῆς πόλεως
ἤθους οἰκῆον ἑαυτὸν παρεχό-
μενος, πολλοῖς μὲν τῶν χρε-
οφιλετῶν διάφορα παρείς, δι-
40 αμαρτυρουμένην ἔσχεν τὴν
ἀπὸ τῶν πρασσομένων χά-
ριν, ἑκάστου τῶν εὐεργετου-
μένων ἐ<ν> τοῖς δημοσίοις
χρηματιστηρίοις ἐπίση-
45 μον πεποιηκότος τὴν ἀπὸ
τῆς παρέσεως φιλανθρω-
πίαν· οὐκ ὀλίοις δὲ τῶν ἐπι-
δεομένων ξένων καὶ κα-
ταφευγόντων ἐπὶ τὸν δῆ-
50 μον ἠράνικεν, οὐδένα κατὰ
περίστασιν ἐπ<τ>αικότα πε-
ριορῶν, ἴσον τε πᾶσιν ἑ-
αυτὸν καὶ διὰ πάντων
εὐεργετικὸν παρεχό-
55 μενος οὐ μόνον κοινῇ
τοῖς τὴν πόλιν κατοι-
κοῦσιν, ἀλλὰ καὶ κατ’ ἰ-
[δίαν — — —]
— — —
IV — — —
1 Κ̣[․․․․]ΙΚΟΝ[․]Υ̣ΝΕ[․]ΩΝ τοῖς δ[η]-
μόταις καὶ κοινῆι, ἀναδεδ[ει]-
χὼς ἑκάστῳ πρὸς εὐσχη-
μοσύνην τὴν ἰδίαν περιου-
5 σίαν· οὐκ ὀλίοις δὲ καὶ πρὸς ἰ-
διώτας συναλλάσσουσι
τετήρηκεν ἀμεταμέλη-
τον τὴν ἀναδοχὴν καὶ με-
σειτήαν, τὴν ἀπὸ τοῦ κατ’ ἰ-
10 δίαν βίου πίστιν παρησίᾳ πε-
ριτιθεὶς τοῖς ἐργαζομένοις·
ἔν τε ταῖς λοιπαῖς χορηγίαις
ἐπίσημον ἔσχηκεν τὴν πρὸς
τὴν πατρίδα φιλοτειμίαν,
15 ἐπιδιδοὺς μὲν ἀκροάματα κα-
τὰ τὴν ἰδίαν ὑπὸ τοῦ δήμο[υ] παράκλη-
σιν, ἐπανγειλάμενος δὲ διάφο-
ρον καὶ τελέσας ἀναπόδοτον
τοῖς παραγενομένοις πὰρ Κρη-
20 τῶν πρεσβευταῖς, ἐκδεχόμενος
{δεχομενος} δὲ καὶ Ῥωμαί-
ους καὶ τελῶν τὴν ἰς τούτους
δαπάνην ἐκ τῶν ἰδίων·
γάμον δὲ συντελῶν γλυκισ-
25 μὸν ἐπετέλεσεν καὶ τοὺς
μὲν πολίτας ἠρίστισεν
διαμερίζων σὺν τοῖς λοιποῖς
καὶ τὰ ἀπὸ τῶν καλλιερηθέν-
των ὑπὲρ τῆς κοινῆς σωτηρί-
30 ας τοῖς θεοῖς ἱερήων καὶ δι-
δοὺς ἀποφόρητα, τοῖς δὲ μετοί-
κοις καὶ ἰσοτελέσιν καὶ ξέ-
νοις τοῖς παρεπιδημοῦσιν
χάριν παιδήας ἐκρεαδότηισε·
35 ἀγωνοθέτης χειροτονηθεὶς
ὡς προσστησόμενος μόνον
τῶν ἱερῶν ἀγώνων, διαλαβὼν
τα<ύ>τη<ν> μὲν χρείαν ἴσην οἴ<σ>ειν
τοῖς λοιποῖς τῆι πατρίδι δό-
40 ξαν, προθυμούμενος δὲ τὴν ἰδί-
αν ἀρετὴν καὶ τὴν πρὸς τὸν δῆ-
μον φιλοτιμίαν μὴ μόνον τοῖς
πολείταις, ἀλλὰ καὶ πᾶσιν ἀν-
θρώποις ἐπίσημον καταστῆ-
45 σαι, προέστη{ν} τῶν ἱερῶν ἀγώ-
νωιν δικαίως μετὰ τῶν συνα-
ποδεδειγμένων ἀνδρῶν, ὑποσ-
τὰς δὲ αὐτὸς μεγαλομερῶς
καὶ πάσῃ δαπάνῃ χρησάμε-
50 νος ἀφιδῶς, συνεκάλεσε μὲν
πάντας ἀνθρώπους ἐπὶ τοὺς
συντελεσθησομένους ἀγῶ-
νας καὶ τὰς θυσίας τοῖς θεοῖς
— — —
V — — —
1 ἀνδρῶν τε κ[․․․․]ω[— —c.14— —]
καὶ διδασσκαλία μονο[— —c.12— —]
τέλεσεν ὥστε τοὺς μὲ[ν ἀφικομ]ένους
ἰς τὴν πόλιν ἀδιάψευστον λ[αβεῖν] τὴν
5 ἐκ τῆς ἀποδημίας [σ]πουδὴν, γενομέ-
νους θεατὰς ἀρετῆς ἀμειμήτου,
τὴν δὲ πόλιν ἐπιφανεστέραν γενέσ-
θαι πρὸς δόξαν καὶ διάληψιν ἣν ἔσχον
οἱ παρεπιδημήσαντες καὶ διανγεί-
10 λαντες τὴν ἀρετὴν καὶ χορηγίαν
αὐτῆς, ἐπανγέλλεται κ[αὶ] εἰς τὸ λοιπὸν
χρόνον τὴν αὐτὴν αἵρεσιν σ[υ]νφυλάξειν
πρὸς τὰ τοῦ δήμου συνφέροντα μηθένα και-
ρὸν παραλείπων μήτε τῶν πρὸς δόξαν μήτε
15 τῶν πρὸς τειμὴν μήτε τῶν πρὸς τὰς χρήας
τὰς πολιτικὰς τῶι δήμωι διαφερόντων, ἀλ-
λὰ πειρᾶσθαι καθ’ ὑπέρθεσιν ἀνέλλιπτον πα-
ρέξεσθαι τὴν ἑαυτοῦ σπουδήν· ὅπως οὖν
ἡ βουλὴ καὶ ὁ δῆμος φαίνηται τοὺς ἀγαθοὺς
20 ἄνδρας καὶ πολλὰ δείγματα τῆς ἀρετῆς
τεθικότας καὶ εἰς τὸν μέλλοντα χρόνον
τὰς ἀρίστας ἐλπίδας διδόντας καὶ ἀξί-
ως τειμῶντες καὶ προτρεπόμενοι διὰ
τῶν <τ>οιού{ν}των {²⁶τοιούτων}²⁶ ἐπὶ τὰς εὐεργεσίας τὰς
25 κοινάς, δεδόχθαι τῇ βουλῇ καὶ τῶι δήμωι·
τειμῆσαι Πτολεμαῖον Πανταγνώτου Κνη-
μάδη, φυλῆς δὲ Ἀπολλωνιάδος, καὶ στεφα-
νῶσαι αὐτὸν χρυσῶι στεφάνωι καὶ εἰκόνι
χρυσῇ ἀρετῆς ἕνεκα καὶ φιλαγαθίας τῆς
30 εἰς τὸν δῆμον, ἀναγγέλλεσθαι δὲ τὰς τει-
μὰς ἔν τε τοῖς Διονυσίοις καὶ τοῖς Κλαρίοις
ἐν {τε} τοῖς ἀγῶσιν, ἀεὶ τὴν ἐπιμέληαν ποι[ουμένων]
ἐν μὲν τοῖς Διονυσίοις τῶν πρυτάνεων,
ἐν δὲ τοῖς Κλαρίοις τῶν ἀγωνοθετῶν·
35 στεφανοῦσθαι δὲ αὐτὸν καὶ κηρύσεσθαι
τὰς τιμὰς ἐν ταῖς πυρίχαις καὶ τοῖς γυμνι-
κοῖς ἀγῶσι διὰ παντός· εἶναι δὲ τὸ κήρυγμα
τόδε· "ὁ δῆμος <σ>τεφανοῖ Πολεμαῖον Παντα-
γνώτου χρυσῶι στεφάνωι καὶ εἰκόνι χρυσῆι
40 ἄνδρα ἀγαθὸν ὄντα καὶ φιλάγαθον καὶ περὶ
τὴν πολιτήαν ἐκτενῆ καὶ μηθένα καιρὸν
παραλιπόντα τῶν εἰς τὸ συμφέρον τῆς πό-
λεως ἀνηκόντων"· στῆσαι δὲ εἰκόνα
χρυσῆν ἐπὶ στυλίδος ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος
45 τοῦ Κλαρίου παρὰ τὸν βωμὸν τῶν Χαρίτων· ἐπι-
γράψαι δὲ καὶ ἐπὶ τὴν στυλίδα τὰ διὰ τοῦ ψη-
φίσματος δηλούμενα· ἐπὶ δὲ τοῦ βήματος
τόδε τὸ ψήφισμα· τὸ δὲ ἰς τὴν ἰκόνα καὶ τὸ βῆμα
καὶ τὴν στυλίδα προβουλεῦσαι μὲν τὴν βουλὴν, τάξαι
50 δὲ τὸν δῆμον· τὸ τεταγμένον πρ[ο]σγράψαι τὸν γραμ-
ματοφύλακα Κάλλιππον πρὸς τόδε τὸ ψήφισμα· τελέ-
σαι δὲ τὸν οἰκονόμον ἀπὸ τῆς φυλακῆς καὶ τῆς διοική-
σεως Πολεμαίωι· τὸ<ν> δὲ προνοῆσαι τῆς κατασκευῆς
τῶν ἐψηφισμένων καὶ τῆς ἀναθέσεως· καλεῖσθαι
55 δὲ Πολεμαῖον καὶ εἰς προεδρίαν ἐν πᾶσι τοῖς
ἀγῶσι ὅταν καὶ οἱ λοιποὶ καλῶνται· εἶναι δὲ αὐτῶι
καὶ σίτησιν ἐν πρυτανήωι καὶ Ε̣Ι̣Σ̣Α̣․․․Ι․ΟΝΟ— —
Search Help