[ ]
Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — aft. 120/119 BC — Robert, Claros I (1989) 63-66 — SEG 39.1244
| I | [— — —]- |
| 1 | δης· ἐπιτελέσας δὲ ταύτας κα[ὶ τ]οῦ πέμψαν- |
| τος δήμου καὶ τῆς μητροπόλεως ἀξίως ἐπέ- | |
| μεινε τοῖς ἀρίστοις συνδιατρίβων καθηγη- | |
| ταῖς· δοὺς δὲ δεῖγμα τὸ κάλλιστον τοῦ βίου καὶ | |
| 5 | τῆς παιδείας ἧς μετέλαβεν αὐτῆι πρῶτον τῆι |
| μεταδούσηι πόλει τῆς ἀξίας ἔτυχεν ἐπισημα- | |
| σίας παρ’ αὐτοῖς Ἀθηναίοις στεφανωθεὶς καὶ πο- | |
| λίτης κατὰ ψήφισμα γενόμενος, καὶ τῆς ὅλης | |
| παρεπιδημίας τὴν καθήκουσαν λαβὼν μαρτυρί- | |
| 10 | αν· παραγενηθεὶς δὲ ἀπὸ τῆς σχολῆς ἀκόλουθον |
| ἑαυτὸν τοῖς προειρημένοις εὐθὺς ἐγ νέου παρέσ- | |
| χετο πρεσβεύων τε καὶ συμβουλεύων τὰ κράτισ- | |
| τα καὶ φιλοτιμίας οὐθενὸς λειπόμενος τῶν πο- | |
| λιτῶν· πολλὰς μὲν γὰρ πρεσβείας τετέλεκεν πρὸς στρα- | |
| 15 | τηγοὺς καὶ ταμίας καὶ τοὺς εἰς τὴν Ἀσίαν παραγι- |
| νομένους Ῥωμαίων, πολλὰς δὲ εἰς τὴν Ἀτταλι- | |
| κὴν βασιλείαν καὶ πόλεις οὐκ ὀλίγας· μεγίστας | |
| δὲ καὶ περὶ ἀναγκαιοτάτων πρεσβείας τετέλεκε | |
| πρὸς αὐτὴν τὴν τῶν ἡγουμένων σύνκλητον, | |
| 20 | δὶς μὲν ὑπὲρ αὐτῆς τῆς πόλεως εἰς Ῥώμην πορευ- |
| θεὶς καὶ τηρήσας ἄθραυστα τὰ τοῦ δήμου φιλάνθρω- | |
| πα, τρίτον περὶ τῆς Διοσιερίτιδος χώρας καὶ τῶν κα- | |
| τὰ τὰ Στενὰ καὶ τὸ Πρεπέλαιον τόπων, τέταρτον τῶν | |
| παραγινομένων εἰς τὴν Ἀσίαν τὰ κριτήρια μεταγόν- | |
| 25 | των ἀπὸ τῶν νόμων ἐπὶ τὴν ἰδίαν ἐξουσίαν καὶ πρὸς |
| μέρος ἀεὶ τῶν ἐνκαλουμένων πολιτῶν ἐγγύας | |
| ἀνανκαζομένων ὑπομένειν, πέμπτον ἀ- | |
| ποσταλέντων γραμμάτων ἐκ Ῥώμης περὶ | |
| τοῦ δοθέντος κριτηρίου κατὰ τῆς πόλε- | |
| 30 | ως ἐπὶ τῶν ὑπάτων καὶ τοῦ γενομένου μετα- |
| πέμπτου πολίτου πρὸς ἔγκλημα κεφαλικόν· ἐμ | |
| πάσαις δὲ μετὰ τῶν συμπρεσβευτῶν κατωρθω- | |
| κὼς καὶ κάλλιστα καὶ συμφορώτατα δόγματα παρὰ | |
| τῶν κρατούντων ἐνηνοχώς, τῆς μὲν παραλίου | |
| 35 | χώρας τὴν πανκτησίαν βεβαιοτέραν πεποίηκε τῶι |
| δήμωι, τῆς δὲ κατὰ τὰ Στενὰ καὶ τὸ Πρεπέλαιον | |
| τοὺς πατρίους ὅρους τετήρηκεν, τοὺς δὲ κατοι- | |
| κοῦντας τὴν πόλιν ἠλευθέρωσε κατεγγυήσεων | |
| καὶ στρατηγικῆς ἐξουσίας, τῆς ἐπαρχείας ἀπὸ τῆς | |
| 40 | αὐτονομίας χωρισθείσης· κυρίους δὲ τοὺς νόμους |
| τετήρηκεν ἐπὶ παντὸς ἐγκλήματος καὶ πρὸς αὐτοὺς | |
| Ῥωμαίους, τῆς συγκλήτου δεδογματικείας καὶ τὸν | |
| ἀδικοῦντα καὶ τὸν ἐνκαλοῦντά τινι τῶν ἡμε- | |
| τέρων πολιτῶν Ῥωμαῖον κρίνεσθαι παρ’ ἡμῖν, τόν | |
| 45 | τε κατῃτιαμένον πολίτην ἐπὶ Ῥωμαϊκῶι θανάτωι |
| καὶ μετάπεμπτον γενόμενον πρὸς ἔγκλημα κεφαλι- | |
| κὸν καὶ κριτηρίωι παραδιδόμενον ἅμα τῆι πόλει μετὰ | |
| τῶν νόμων ἀνασέσωκεν, ἐφ’ οἷς κατὰ λόγον συνηδό- | |
| μενοι τῶι δήμωι καὶ συνθύοντες παραγεγόνασι παρὰ | |
| 50 | τῶν συγγενῶν καὶ φίλων πρεσβευταί· Μητροπολι- |
| τῶν δὲ καταιτιασαμένων ὡς ἐκ τῆς ἐκείνων ἀνδρο- | |
| λήψιον πεποιημένων τῶν ἡμετέρων ἀρχόντων | |
| καὶ ψευδεῖς ἀνακρίσεις ἀναγραφόντων κατὰ τῶν | |
| πρωτεύειν τότε δοκούντων παρ’ αὐτοῖς ἐν τῆι | |
| 54a | — — — — — — — — — — — — — — — — — — |
| col. II | — — — — — — — — — — — — — — — — — — |
| 1 | τον ἐτήρησε Τ[․․5․․]ΙΝΟΥΔΑΤΕΛΕΣ[․․․8․․․․] |
| σε τὴν τῶν ἀντιπρεσβευόντων ἐπιβουλήν, ἀλ- | |
| λὰ καὶ προσγεγραμμένον ἤνεγκε τῆι ἀποκρίσει | |
| διότι τῆς ἐπαρχείας ἐκτὸς οὔτε κρίνειν οὔτε | |
| 5 | πολυπραγμονεῖν τῶι στρατηγῶι καθήκει, ἰδι- |
| ώτατον τῆι δημοκρατίαι καὶ κάλλιστον ἐνέγκας ἀ- | |
| πόκριμα· στρατηγὸς δὲ χειροτονηθεὶς ἐπὶ τῶν | |
| ὅπλων ἐμ πολέμωι καὶ παρουσίαι στρατοπέ- | |
| δων Ῥωμαϊκῶν καὶ μετὰ ταῦτα πάλιν τὴν αὐτὴν | |
| 10 | ἀρχὴν λαβὼν τούς τε παραγινομένους εἰς τὴν πό- |
| λιν Ῥωμαίων αὐτὸς ἐξεδέχετο, τὰς τῶν πολιτῶν | |
| οἰκίας ἀνεπισταθμεύτους ποιῶν, τοῦ τε κοι- | |
| νῆι συμφέροντος τὴν πλείστην ἐποιεῖτο πρόνοι- | |
| αν τὰς δαπάνας συναιρῶν, τά τε πρὸς τὸν πό- | |
| 15 | λεμον ἐξυπηρέτησε τοῖς ἡγουμένοις, τὰ κρά- |
| τιστα συμβουλεύων τε καὶ ψηφιζόμενος ἀεί, | |
| χρημάτων τε πλῆθος οὐκ ὀλίον περιεποίησε[ν] | |
| τῆι πόλει· ἐτήρησεν δὲ μετὰ τῶν συναρχόν- | |
| των ἅμα τήν τε κοινὴν τοῖς πολίταις πρὸς ἀλλή- | |
| 20 | λους ὁμόνοιαν καὶ τὰς ὑπαρχούσας ἑκάστωι |
| κτήσεις, καθόλου τε πολλὰ χρήσιμα καὶ συμφέ- | |
| ροντα πᾶσι τοῖς κατοικοῦσι τὴν πόλιν εἰσηγη- | |
| σάμενος μαρτυρουμένην ἔχει τὴν ἐπ’ ἀγαθῶι | |
| διάληψιν ἀεί· χειροτονηθεὶς δὲ καὶ ἀγωνοθέτης | |
| 25 | ἐπηγγείλατο μὲν ἀπὸ ἀργυρίου ταλάντου τὰ θύ- |
| ρετρα τοῦ προνάου τῶι καθηγεμόνι τῆς πόλεως | |
| Ἀπόλλωνι κατασκευάσειν· ὑπερθέμενος δὲ ἑ- | |
| αυτὸν μείζονα τῆς ἐπαγγελίας κατεσκεύακεν | |
| ἀπὸ πλείονος οὐκ ὀλίωι χρήματος· ἐπιμελῶς | |
| 30 | δὲ καὶ δικαίως αὐτῶν τῶν ἀγώνων προστὰς ὑπὸ |
| πάντων τῶν εἰς τὴν πανήγυριν παραγενομέ- | |
| νων Ἑλλήνων τε καὶ βαρβάρων ἐπισημασίας ἔτυ- | |
| χεν ἀξιοζηλώτου· ἐν δὲ τῶι αὐτῶι ἐνιαυτῶι | |
| καὶ τὸν πρυτανευτικὸν ἔχων στέφανον οὐ μόνον | |
| 35 | ἐν τῆι τοῦ Διονύσου καταγωγῆι τὰς ὑπὲρ τῆς πό- |
| λεως θυσίας τοῖς θεοῖς καλλιερήσας δημοθοι- | |
| νίαν ἐποίησεν, ἀλλὰ καὶ ἐν τοῖς κατὰ μῆνα συνα- | |
| γωγαῖς τοῦ πρυτανείου πρὸς μέρος τοὺς πολίτας | |
| καλῶν ἐπὶ τὴν κοινὴν ἑστίαν ἐτίμα· μετέδωκεν | |
| 40 | δὲ τῆς φιλανθρωπίας ἐν τῆι δευτέραι τῆς δημο- |
| θοινίας ἡμέραι καὶ τοῖς ἰσοτελέσιν καὶ μετοίκοις· | |
| παραγενομένου δὲ εἰς τὴν πόλιν οὐχ ἅπαξ καὶ τοῦ | |
| Ῥωμαίων στρατηγοῦ Κοίντου Μουκίου καὶ τοῦ ταμί- | |
| ου καὶ χιλιάρχων πάντας ὑπεδέξατο, τὰς παρὰ τῆς | |
| 45 | πόλεως διδομένας δαπάνας ἀναπέμψας τῆι πό- |
| λει· ἐπί τε πρυτάνεως Εὐφράνορος ψηφισαμένου | |
| τοῦ δήμου τὰ βασιλικὰ δεῖπνα τοῖς νέοις καὶ πρεσβυ- | |
| τέροις συντελεῖσθαι, τῶν δὲ διδομένων εἰς ταῦτα | |
| χρημάτων μὴ διαποιούντων, ἀλλὰ τῶν ἀποδεικνυ- | |
| 50 | μένων ἐπιμηνίων οὐκ ὀλία παρ’ ἑαυτῶν εἰσφερόν- |
| των Μένιππος τούς τε μέλλοντας ἐπιμηνι- | |
| εύσειν ἀπέλυσε τῆς δαπάνης, τά τε διδόμενα χρή- | |
| ματα παρὰ τῆς πόλεως ἀνέπεμψε τῆι πόλει, τήν | |
| τε τοῦ δήμου προαίρεσιν καὶ τὰς τῶν βασιλέων ἐτη- | |
| 54a | — — — — — — — — — — — — — — — — — — — |
| col. III | — — — — — — — — — — — — — — — — — — — |
| 1 | ἃς τ[ε]τέλ[ε]κε δωρεάν, καὶ πολλὰς ἐπαγγελί[ας] |
| ἑτέρας τῶι δήμωι πεποίηται καιρὸν οὐθένα | |
| παριεὶς οὐδὲ χρείαν οὐδεμίαν ἀνανκαίαν, ἔν | |
| τε ταῖς χορηγίαις καὶ πρὸς θεοὺς καὶ πρὸς ἀν- | |
| 5 | θρώπους διάδηλον ἔσχηκε τὴν φιλοτιμίαν· τοι- |
| γαροῦν διὰ τὴν ἐμ πᾶσιν ἀρετὴν τοῖς μεγίστοις | |
| Ῥωμαίων συσταθεὶς αὐτός τε πρεσβεύων ὑ- | |
| πὲρ αὐτῶν καὶ πίστεως ἀξιούμενος ἐπίσημος | |
| γέγονε παρὰ πολλαῖς τῶν Ἑλληνίδων πόλε- | |
| 10 | ων, τῆς τε πόλεως γνησίους αὐτοὺς πεποιη- |
| κὼς πάτρωνας χρησιμώτατος παρὰ τοῖς ἡγου- | |
| μένοις γέγονε τῶι δήμωι παρ’ οἷς ἀναγκαιόταται | |
| πᾶσίν εἰσιν ἀνθρώποις χρεῖαι· ἐπαγγέλλεται | |
| δὲ καὶ εἰς τὸν λοιπὸν χρόνον τὴν αὐτὴν αἵρεσιν | |
| 15 | εἰς τὰ τῆι πατρίδι συμφέροντα τηρήσειν· ὅπως |
| οὖν ἡ βουλὴ καὶ ὁ δῆμος φαίνηται τοὺς ἀγα- | |
| θοὺς ἄνδρας τιμῶντες ἀξίως τῶν εἰς ἑ- | |
| αυτοὺς εὐεργεσιῶν· δεδόχθαι τῆι βου- | |
| λῆι καὶ τῶι δήμωι· ἐπαινέσαι Μένιππον Ἀπολ- | |
| 20 | λωνίδου τὸμ φύσει Εὐμήδους Προμήθεον, φυ- |
| λῆς δὲ Σελευκίδος, καὶ στεφανοῦσθαι αὐτὸ[ν] | |
| χρυσῶι στεφάνωι καὶ εἰκόνι χρυσῆι ἀρετῆς ἕ- | |
| νεκε καὶ φιλαγαθίας τῆς εἰς τὸν δῆμον· ἀναγγέ[λ]- | |
| λεσθαι δὲ τὰς τιμὰς ἀεὶ τοῖς τε Διονυσίοις καὶ τοῖς | |
| 25 | Κλαρίοις ἐν τοῖς ἀγῶσιν, τῆς δὲ ἀναγγελίας τὴ[ν] |
| ἐπιμέλειαν ποιεῖσθαι τοῖς μὲν Διονυσίοις τὸν | |
| πρύτανιν, τοῖς δὲ Κλαρίοις τοὺς ἀγωνοθέτας | |
| ἐν τῆι πυρρίχηι καὶ τοῖς γυμνικοῖς ἀγῶσιν, τοῦ | |
| κήρυκος ἀναγορεύοντος· ὁ δῆμος στεφανοῖ | |
| 30 | Μένιππον Ἀπολλωνίδου, τὸμ φύσει Εὐμήδου[ς], |
| χρυσῶι στεφάνωι καὶ εἰκόνι χρυσῆι εὐεργέτην | |
| ὄντα καὶ περὶ τὴν πολιτείαν ἐκτενῆ καὶ φιλάγαθον | |
| καὶ προστάντα τῆς πατρίδος ἐν καιροῖς ἀναγκαί- | |
| οις· ἐπαινέσαι δὲ αὐτὸν καὶ διότι θλιβομένης τῆς | |
| 35 | πόλεως τὴν τιμὴν αὐτὴν ἀποδεχόμενον |
| παρὰ τοῦ δήμου καὶ τοῖς προγεγραμένοις ἀκόλου- | |
| θον γινόμενον ἐπαγγέλλεσθαι τελέσειν παρ’ ἑ[αυ]- | |
| τοῦ τὴν ἐσομένην δαπάνην εἰς τὴν εἰκόν[ος] | |
| ἀνάθεσιν καίτοι γε τοῦ δήμου καὶ τὴν δαπάνην ἡ- | |
| 40 | δέως ἀναδεχομένου διὰ τὴν πρὸς Μένιππον ἐ- |
| κτένειαν· καλεῖσθαι δὲ αὐτὸν καὶ εἰς προεδρίαν | |
| ἐν τοῖς ἀγῶσιν ὅταν καὶ οἱ λοιποὶ καλῶνται· ε[ἶ]- | |
| ναι δὲ αὐτῶι καὶ σίτησιν ἐμ πρυτανείωι· ἀν[α]- | |
| θεῖναι δὲ αὐτοῦ τὴν εἰκόνα ἐν τῶι ἱερῶι το[ῦ] | |
| 45 | Ἀπόλλωνος τοῦ Κλαρίου ἐν τῶι παραδειχθησομέ- |
| νωι τόπωι ὑπὸ τοῦ ταμίου καὶ ἐπιγράψαι τὴν | |
| δεδηλωμένην ἀναγγελίαν καὶ παραστῆσαι στ[ή]- | |
| λην περιέχουσαν τόδε τὸ ψήφισμα· οἱ ψη- | |
| φίσαντες χίλιοι τριακόσιοι τεσσαράκον- | |
| 50 | τα δύο, οἱ δόντες χίλιοι τριακόσιοι εἴκοσι ἕ[ξ], |
| οἱ μὴ δόντες δεκαέξ. |