[ ]
Att. — Peiraieus — ca. 257 BC
1 | ἐπὶ Κυδήνορος ἄρχοντος, Ἀνθεστηριῶνος τρίτει ἱσταμένου, |
κυρίαι ἀγορᾶι, Βάτραχος εἶπεν· ἐπειδὴ τῶν θιασωτῶν κατ’ ἐνιαυτὸν | |
οἱ καθιστάμενοι εἰς τὰς ἐπιμελείας καλῶς καὶ φιλοτίμως ἐπιμε- | |
μέληνται τῶν τε θυσιῶν, ὡς αὐτοῖς πάτριόν ἐστιν, καὶ τῶν ἄλλων | |
5 | ὅσων αὐτοῖς ὁ νόμος προστάττει καὶ τοὺς λόγους ἀποδεδώκα- |
σι, δεδόχθαι τῶι κοινῶι ἐπαινέσαι αὐτοὺς καὶ στεφανῶσαι καὶ ἀ- | |
ναγράψαι κατ’ ἐνιαυτὸν ἑκάστην τὴν ἐπιμέλειαν ἀπὸ Πολυεύκτου | |
ἄρχοντος μέχρι Θεοφήμου· ἑλέσθαι δὲ τρεῖς ἄνδρας, οἵτινες λα- | |
βόντες τὸ ἐξαιρεθὲν ἀργύριον ἀναθήσουσι εἰς τὸ ἱερὸν στήλη[ν] | |
10 | καὶ ἀναγράψουσι τό τε ψήφισμα καὶ τοὺς ἐστεφανωμέν[ους] |
κατ’ ὄνομα ἕκαστον· οἱ δὲ αἱρεθέντες λόγον ἀποδότωσαν το[ῦ] | |
ἐξαιρεθέντος ἀργυρίου εἰς τὸ ἀνάθημα. οἵδε εἱρέθησαν· | |
Βάτραχος, Δόκιμος, Κράτης. | |
col. I.14 | ἐπὶ Πολυεύκτου ἄρχοντος ἐπιμεληταί· |
15 | ramus oleagineus |
Εὐτυχίδης, Θάλλος. | |
γραμματεύς· Βάτραχος. | |
ταμίας· Κτήσιππος. | |
ramus oleagineus | |
ἐπὶ Ἱέρωνος ἐπιμεληταί· | |
Διότιμος, Δημήτριος, Πύρρος. | |
20 | γραμματεύς· Ἀρχέπολις. |
ταμίας· Βάτραχος. | |
ramus oleagineus | |
ἐπὶ Διομέδοντος ἐ̣[πιμεληταί]· | |
Ξένων, Ἀμφίπ[ολις?], | |
Θάλλος, Α#⁷#⁷ — — — | |
25 | γραμμα[τεύς· — — —] |
col. II.14 | ἐπὶ Κυδήνορος ἐπιμεληταί· |
15 | ramus oleagineus |
Τίβειος, Ἀρτέμων, Θάλλος. | |
γραμματεύς· Ἀρχέπολις. | |
ταμίας· Κράτης. | |
ἐπ’ Εὐρυκλείδου· | |
γραμματεύς· Β[άτραχος]. | |
20 | ταμίας· Κρ[άτης]. |
vacat |