[ ]
Att. — Peiraieus — ca. 257 BC
| 1 | ἐπὶ Κυδήνορος ἄρχοντος, Ἀνθεστηριῶνος τρίτει ἱσταμένου, |
| κυρίαι ἀγορᾶι, Βάτραχος εἶπεν· ἐπειδὴ τῶν θιασωτῶν κατ’ ἐνιαυτὸν | |
| οἱ καθιστάμενοι εἰς τὰς ἐπιμελείας καλῶς καὶ φιλοτίμως ἐπιμε- | |
| μέληνται τῶν τε θυσιῶν, ὡς αὐτοῖς πάτριόν ἐστιν, καὶ τῶν ἄλλων | |
| 5 | ὅσων αὐτοῖς ὁ νόμος προστάττει καὶ τοὺς λόγους ἀποδεδώκα- |
| σι, δεδόχθαι τῶι κοινῶι ἐπαινέσαι αὐτοὺς καὶ στεφανῶσαι καὶ ἀ- | |
| ναγράψαι κατ’ ἐνιαυτὸν ἑκάστην τὴν ἐπιμέλειαν ἀπὸ Πολυεύκτου | |
| ἄρχοντος μέχρι Θεοφήμου· ἑλέσθαι δὲ τρεῖς ἄνδρας, οἵτινες λα- | |
| βόντες τὸ ἐξαιρεθὲν ἀργύριον ἀναθήσουσι εἰς τὸ ἱερὸν στήλη[ν] | |
| 10 | καὶ ἀναγράψουσι τό τε ψήφισμα καὶ τοὺς ἐστεφανωμέν[ους] |
| κατ’ ὄνομα ἕκαστον· οἱ δὲ αἱρεθέντες λόγον ἀποδότωσαν το[ῦ] | |
| ἐξαιρεθέντος ἀργυρίου εἰς τὸ ἀνάθημα. οἵδε εἱρέθησαν· | |
| Βάτραχος, Δόκιμος, Κράτης. | |
| col. I.14 | ἐπὶ Πολυεύκτου ἄρχοντος ἐπιμεληταί· |
| 15 | ramus oleagineus |
| Εὐτυχίδης, Θάλλος. | |
| γραμματεύς· Βάτραχος. | |
| ταμίας· Κτήσιππος. | |
| ramus oleagineus | |
| ἐπὶ Ἱέρωνος ἐπιμεληταί· | |
| Διότιμος, Δημήτριος, Πύρρος. | |
| 20 | γραμματεύς· Ἀρχέπολις. |
| ταμίας· Βάτραχος. | |
| ramus oleagineus | |
| ἐπὶ Διομέδοντος ἐ̣[πιμεληταί]· | |
| Ξένων, Ἀμφίπ[ολις?], | |
| Θάλλος, Α#⁷#⁷ — — — | |
| 25 | γραμμα[τεύς· — — —] |
| col. II.14 | ἐπὶ Κυδήνορος ἐπιμεληταί· |
| 15 | ramus oleagineus |
| Τίβειος, Ἀρτέμων, Θάλλος. | |
| γραμματεύς· Ἀρχέπολις. | |
| ταμίας· Κράτης. | |
| ἐπ’ Εὐρυκλείδου· | |
| γραμματεύς· Β[άτραχος]. | |
| 20 | ταμίας· Κρ[άτης]. |
| vacat |