[ ]
Att. — Salamis — mid-3rd c. BC
| 1 | θεο[ί]. |
| ἐπὶ Θερσιλόχου ἄρχοντος, Σκιροφοριῶνος δευτέραι ἱσ- | |
| ταμένου, κυρίαι ἀγορᾶι· Νικίας εἶπεν· ἐπειδὴ οἱ ἐπιμελη- | |
| ταὶ οἱ κατασταθέντες ὑπὸ τοῦ κοινοῦ καλῶς καὶ φιλοτί- | |
| 5 | μως ἐπεμελήθησαν τῶν τε θυσιῶν τοῖς θεοῖς καὶ τῶν ἄλ- |
| λων ἁπάντων τῶν περὶ τὸ κοινὸν καὶ τοὺς λόγους ἀπέδω- | |
| καν τῶν ἀνηλωμένων, ἀγαθῆι τύχηι· δεδόχθαι τοῖς θια- | |
| σώταις ἐπαινέσαι αὐτοὺς καὶ στεφανῶσαι ἕκαστον αὐ- | |
| τῶν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης ∶ | |
| 10 | Ῥύθμον ἐπιμελητήν, Ὀνήσιμον ἐπιμελητήν, Ὠφελίωνα ἐπι- |
| μελητήν, ταμίαν Δόκιμον, γραμματέα Στρατοκλῆν, Ἐλευσί- | |
| νιον ἱερέα. | |
| in coronis : | |
| Ῥύθμον Ὀνήσιμον Ὠφελίωνα | |
| Δόκιμον Στρατοκλῆν |