[ ] Att. — Salamis — mid-3rd c. BC
1 θεο[ί].
ἐπὶ Θερσιλόχου ἄρχοντος, Σκιροφοριῶνος δευτέραι ἱσ-
ταμένου, κυρίαι ἀγορᾶι· Νικίας εἶπεν· ἐπειδὴ οἱ ἐπιμελη-
ταὶ οἱ κατασταθέντες ὑπὸ τοῦ κοινοῦ καλῶς καὶ φιλοτί-
5 μως ἐπεμελήθησαν τῶν τε θυσιῶν τοῖς θεοῖς καὶ τῶν ἄλ-
λων ἁπάντων τῶν περὶ τὸ κοινὸν καὶ τοὺς λόγους ἀπέδω-
καν τῶν ἀνηλωμένων, ἀγαθῆι τύχηι· δεδόχθαι τοῖς θια-
σώταις ἐπαινέσαι αὐτοὺς καὶ στεφανῶσαι ἕκαστον αὐ-
τῶν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης ∶
10 Ῥύθμον ἐπιμελητήν, Ὀνήσιμον ἐπιμελητήν, Ὠφελίωνα ἐπι-
μελητήν, ταμίαν Δόκιμον, γραμματέα Στρατοκλῆν, Ἐλευσί-
νιον ἱερέα.
                  in coronis :
Ῥύθμον            Ὀνήσιμον              Ὠφελίωνα
        Δόκιμον               Στρατοκλῆν
Search Help