[ ] Mys.: L. Apolloniatis, N. — Bursa (Bi) [Ab: Apollonia ad Rhynd.?] — 2.Jh.v.Chr. — CRAI 1921,270
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Μενέμαχος
Ἀρχελάου εἶπεν· ἐπεὶ Κόρραγος Ἀριστομάχου
Μακεδών, τεταγμένος στρατηγὸς τῶν κα-
θ’ Ἑλλήσποντον τόπων, διατελεῖ τὴμ πᾶσαν
5 σπουδὴν καὶ εὔνοιαν προσφερόμενος εἰς τὸ συν-
αύξεσθαι τὸν δῆμον, καὶ κοινῆι καὶ ἰδίαι τοῖς ἐν-
τυγχάνουσιν τῶν πολιτῶν εὔχρηστον αὑτὸν
παρασκευάζει, ὑπό τε τὴν παράληψιν τῆς πόλεως
ἠξίωσεν τὸν βασιλέα ἀποδοθῆναι τούς τε νό-
10 μους καὶ τὴν πάτριον πολιτείαν καὶ τὰ ἱερὰ τεμέ-
νη καὶ τὸ εἰς τὰ ἱερὰ καὶ πόλεως διοίκησιν ἀργύριον καὶ
τὸ τοῖς νέοις ἔλαιον καὶ τὰ ἄλλα ἅπερ ἐξ ἀρχῆς ὑπῆρ-
χεν τῶι δήμωι, ἐνδεῶς τε ἀπαλλασσόν-
των τῶν πολιτῶν διὰ τὸν πόλεμον παρά
15 τε αὑτοῦ ἐχαρίσατο εἰς τὰς δημοτε-
λείς θυσίας βοῦς καὶ ἱερεῖα, καὶ τῶι βασιλε[ῖ]
μνησθεὶς ἐξεπορίσατο σῖτον εἰς σπέρμα
καὶ διατροφὴν, καὶ τὰς ἰδίας ἑκάστωι τῶν
πολιτῶν κτήσεις συνέσπευσεν διαμεῖ[ναι]
20 τοῖς τε μὴ ἔχουσιν δοθῆναι ἐκ τοῦ βασιλικοῦ,
καὶ ἀτελείας ἐπικεχωρημένης πασῶν
τῶν προσόδων ὑπὸ τοῦ βασιλέως ἐτῶν
τριῶν ἔσπευσεν καὶ ἄλλα δύο ἔτη ἐπιδοθῆ-
ναι, βουλόμενος εἰς εὐδαιμονίαν καὶ ἐπίδο-
25 σιν καταστῆσαι τοὺς πολίτας, ἀκόλουθα πράσσων τῆι
τοῦ βασιλέως προαιρέσει· ἵνα δὲ καὶ ὁ δῆμος φαί-
νητα<ι> ἀποδιδοὺς χάριτας ἀξίας τοῖς αὑτὸν
εὐεργετοῦσιν, δεδόχθαι τῶι δήμωι· [ἐπαινέσαι τε]
Κόρραγον τὸν στρατηγὸν κα[ὶ στεφανῶσαι αὐτὸν]
30 χρυσῶι στεφ[άνωι
Search Help