[ ] Mys.: Kyzikene, Kapu Dağ — ? [Ab: Kyzikos; M1: Venedig] — Anf. 3.Jh.v.Chr. — CIG 3655
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Γοργόνικος
Διοκλέους εἶπεν· ἐπεὶ ἡ πόλις ἡ Παρίων ἔν
τε τοῖς ἔνπροσθε χρόνοις εὔνους καὶ φίλ[η]
οὖσα διατελεῖ τῶι δήμωι τῶι Κυζικηνῶν, καὶ νῦ[ν]
5 ἀποστείλασα πρέσβεις Κυδίαν Ἀμιάντου
καὶ Ἀρχέφυλον Λεόντιος ἀξιοῖ τὸν δῆμον,
Ἀπολλοδώρου τοῦ Ἀπολλωνίου νησιαρχοῦν-
τος καὶ πολλὰ καὶ μεγάλα χρησίμου γεγενη-
μένου τῶι δήμωι τῶι Παρίων, τὰς τιμὰς τὰς δε-
10 δομένας αὐτῶι ὑπὸ τοῦ δήμου τοῦ Παρίων ἔ[ν]
τε τῆι βουλῆι καὶ τῶι δήμωι ἀναγνῶναι, καὶ τοῖς
Διονυσίοις ἐν τῶι θεάτρωι στεφανῶσαι καὶ τὰς
τιμὰς ἀναγγεῖλαι, καὶ τόπον αἰτοῦνται ἐν τῆι ἀγο-
ρᾶι, ἐν ὧι στήσουσι τὴν εἰκόνα· δεδόχθαι τῆι βου-
15 λῆι καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν τὸν δῆμον τὸν Πα-
ρίων, ὅτι εὔνους ὢν καὶ φίλος διατελεῖ τῶι δήμωι τῶι Κυ-
ζικηνῶν, ἐπαινέσαι δὲ καὶ Ἀπολλόδωρον Ἀπολλω-
νίου φιλοτιμίας ἕνεκε καὶ εὐνοίας τῆς εἰς τὸν
δῆμον τὸν Παρίων· τοὺς δὲ πρυτάνεις στεφα-
20 νῶσαι Ἀπολλόδωρον τοῖς Ἀνθεστηρίοις ἐν τῶι
θεάτρωι καὶ ἀναγγεῖλαι τὰς τιμὰς τὰς δεδομέ-
νας αὐτῶι ὑπὸ Παρίων· δεδόσθαι δὲ αὐτῶι καὶ τό-
πον ἐν ὧι στήσουσι τὴν εἰκόνα, παρὰ τὰς τραπέ-
ζας πρὸ τῆς στοᾶς τῆς Δωρικῆς· ἀναγράψαι δὲ
25 καὶ τὰ ψηφίσματα, καθ’ ἃ τετίμηται Ἀπολλόδωρος
ὑπὸ Παρίων εἰς τὰ δημόσια γράμματα· πέμψαι δὲ
καὶ ξένια τοῖς πρεσβευταῖς τοὺς πρυτάνεις καὶ
τὸν ταμίαν, καθότι ἂν δοκε͂ι αὐτοῖς·
τῆς ἀναγραφῆς ἐπεμελήθη Σ[ορύ]νης
30 Φίλωνος ταμίας.
Search Help
Contact Us