[ ]
Mys.: Kyzikene, Kapu Dağ — ? [Ab: Kyzikos; M1: Venedig] — Anf. 3.Jh.v.Chr. — CIG 3655
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Γοργόνικος |
| Διοκλέους εἶπεν· ἐπεὶ ἡ πόλις ἡ Παρίων ἔν | |
| τε τοῖς ἔνπροσθε χρόνοις εὔνους καὶ φίλ[η] | |
| οὖσα διατελεῖ τῶι δήμωι τῶι Κυζικηνῶν, καὶ νῦ[ν] | |
| 5 | ἀποστείλασα πρέσβεις Κυδίαν Ἀμιάντου |
| καὶ Ἀρχέφυλον Λεόντιος ἀξιοῖ τὸν δῆμον, | |
| Ἀπολλοδώρου τοῦ Ἀπολλωνίου νησιαρχοῦν- | |
| τος καὶ πολλὰ καὶ μεγάλα χρησίμου γεγενη- | |
| μένου τῶι δήμωι τῶι Παρίων, τὰς τιμὰς τὰς δε- | |
| 10 | δομένας αὐτῶι ὑπὸ τοῦ δήμου τοῦ Παρίων ἔ[ν] |
| τε τῆι βουλῆι καὶ τῶι δήμωι ἀναγνῶναι, καὶ τοῖς | |
| Διονυσίοις ἐν τῶι θεάτρωι στεφανῶσαι καὶ τὰς | |
| τιμὰς ἀναγγεῖλαι, καὶ τόπον αἰτοῦνται ἐν τῆι ἀγο- | |
| ρᾶι, ἐν ὧι στήσουσι τὴν εἰκόνα· δεδόχθαι τῆι βου- | |
| 15 | λῆι καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν τὸν δῆμον τὸν Πα- |
| ρίων, ὅτι εὔνους ὢν καὶ φίλος διατελεῖ τῶι δήμωι τῶι Κυ- | |
| ζικηνῶν, ἐπαινέσαι δὲ καὶ Ἀπολλόδωρον Ἀπολλω- | |
| νίου φιλοτιμίας ἕνεκε καὶ εὐνοίας τῆς εἰς τὸν | |
| δῆμον τὸν Παρίων· τοὺς δὲ πρυτάνεις στεφα- | |
| 20 | νῶσαι Ἀπολλόδωρον τοῖς Ἀνθεστηρίοις ἐν τῶι |
| θεάτρωι καὶ ἀναγγεῖλαι τὰς τιμὰς τὰς δεδομέ- | |
| νας αὐτῶι ὑπὸ Παρίων· δεδόσθαι δὲ αὐτῶι καὶ τό- | |
| πον ἐν ὧι στήσουσι τὴν εἰκόνα, παρὰ τὰς τραπέ- | |
| ζας πρὸ τῆς στοᾶς τῆς Δωρικῆς· ἀναγράψαι δὲ | |
| 25 | καὶ τὰ ψηφίσματα, καθ’ ἃ τετίμηται Ἀπολλόδωρος |
| ὑπὸ Παρίων εἰς τὰ δημόσια γράμματα· πέμψαι δὲ | |
| καὶ ξένια τοῖς πρεσβευταῖς τοὺς πρυτάνεις καὶ | |
| τὸν ταμίαν, καθότι ἂν δοκε͂ι αὐτοῖς· | |
| τῆς ἀναγραφῆς ἐπεμελήθη Σ[ορύ]νης | |
| 30 | Φίλωνος ταμίας. |