[ ]
Mys.: Kyzikene, Kapu Dağ — ? [Ab: Kyzikos; M1: Venedig] — Anf. 3.Jh.v.Chr. — CIG 3655
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Γοργόνικος |
Διοκλέους εἶπεν· ἐπεὶ ἡ πόλις ἡ Παρίων ἔν | |
τε τοῖς ἔνπροσθε χρόνοις εὔνους καὶ φίλ[η] | |
οὖσα διατελεῖ τῶι δήμωι τῶι Κυζικηνῶν, καὶ νῦ[ν] | |
5 | ἀποστείλασα πρέσβεις Κυδίαν Ἀμιάντου |
καὶ Ἀρχέφυλον Λεόντιος ἀξιοῖ τὸν δῆμον, | |
Ἀπολλοδώρου τοῦ Ἀπολλωνίου νησιαρχοῦν- | |
τος καὶ πολλὰ καὶ μεγάλα χρησίμου γεγενη- | |
μένου τῶι δήμωι τῶι Παρίων, τὰς τιμὰς τὰς δε- | |
10 | δομένας αὐτῶι ὑπὸ τοῦ δήμου τοῦ Παρίων ἔ[ν] |
τε τῆι βουλῆι καὶ τῶι δήμωι ἀναγνῶναι, καὶ τοῖς | |
Διονυσίοις ἐν τῶι θεάτρωι στεφανῶσαι καὶ τὰς | |
τιμὰς ἀναγγεῖλαι, καὶ τόπον αἰτοῦνται ἐν τῆι ἀγο- | |
ρᾶι, ἐν ὧι στήσουσι τὴν εἰκόνα· δεδόχθαι τῆι βου- | |
15 | λῆι καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν τὸν δῆμον τὸν Πα- |
ρίων, ὅτι εὔνους ὢν καὶ φίλος διατελεῖ τῶι δήμωι τῶι Κυ- | |
ζικηνῶν, ἐπαινέσαι δὲ καὶ Ἀπολλόδωρον Ἀπολλω- | |
νίου φιλοτιμίας ἕνεκε καὶ εὐνοίας τῆς εἰς τὸν | |
δῆμον τὸν Παρίων· τοὺς δὲ πρυτάνεις στεφα- | |
20 | νῶσαι Ἀπολλόδωρον τοῖς Ἀνθεστηρίοις ἐν τῶι |
θεάτρωι καὶ ἀναγγεῖλαι τὰς τιμὰς τὰς δεδομέ- | |
νας αὐτῶι ὑπὸ Παρίων· δεδόσθαι δὲ αὐτῶι καὶ τό- | |
πον ἐν ὧι στήσουσι τὴν εἰκόνα, παρὰ τὰς τραπέ- | |
ζας πρὸ τῆς στοᾶς τῆς Δωρικῆς· ἀναγράψαι δὲ | |
25 | καὶ τὰ ψηφίσματα, καθ’ ἃ τετίμηται Ἀπολλόδωρος |
ὑπὸ Παρίων εἰς τὰ δημόσια γράμματα· πέμψαι δὲ | |
καὶ ξένια τοῖς πρεσβευταῖς τοὺς πρυτάνεις καὶ | |
τὸν ταμίαν, καθότι ἂν δοκε͂ι αὐτοῖς· | |
τῆς ἀναγραφῆς ἐπεμελήθη Σ[ορύ]νης | |
30 | Φίλωνος ταμίας. |