| 1 | ]μια[ |
| 1a | — — — — — — — — — — — — — — — |
| 2 | ὅπως οὖν ὁ] δῆμος φαίνηται τὰς κα[ταξίας] |
| [ἀποδιδοὺς χάριτας] τοῖς καλοῖς καὶ ἀγαθοῖς τῶν ἀνδρῶν, | |
| [καὶ μετὰ ταῦτα] παραγίνωνται ἄνδρες ἄξιοι τοῦ δήμου εἰδ[ό]- | |
| 5 | [τες τὴν ὑ]πάρχουσαν εὐχαριστίαν, δεδόχθαι τῆι βουλῆι̣ |
| [καὶ τῶι] δήμωι· ἐπῃνῆσθαι τὸν δῆμον τὸν Ἀσσίων ἐπὶ τ[ῆι] | |
| [αἱρέσ]ει [ἧι] ἔχει πρὸς ἡμᾶς, καὶ στεφανοῦσθαι αὐτὸν ἐν τοῖς | |
| [πρώ]τοις Διονυσίοις αὐλητῶν τῆι πρώτηι ἡμέραι χρυσῶι στε- | |
| [φ]άνωι ἐπὶ τῷ ἀποστεῖλαι δικαστὰς καλοὺς κἀγαθοὺς κα[ὶ] | |
| 10 | [γ]ραμματέα· ἐπῃνῆσθαι δὲ καὶ τοὺς δικαστὰς τοὺς πα- |
| ραγενομένους Ἐχέλαον Ἀθηναγόρου, Λάτιμον Κλεομόρ- | |
| [τ]ου, καὶ στεφανῶσαι ἑκάτερον αὐτῶν χρυσῶι στεφάνωι̣ ἐπ[ὶ] | |
| [τῶ]ι τὰς μὲν διαδικάσαι τῶν δικῶν ἴσω̣ς̣ καὶ δικαίως, τὰς | |
| [δὲ διαλ]ῦσαι ἀπὸ παντὸς τοῦ βελτίστου· ὑπάρχειν δὲ αὐτο[ῖς] | |
| 15 | [ἔφοδον ἐπὶ τὴ]μ βουλὴν καὶ τὸν δῆιμον πρώτοις μετὰ τὰ ἱε- |
| ρά· ὑπάρχειν δ’ [αὐτ]ο[ὺς] καὶ προξένους τῆς πόλεως ἡμών· στε- | |
| φανωῖσαι δὲ [κ]αὶ τὸγ γρ[αμμα]τέα Μέλαγχρον Μελάνγχρου θαλε- | |
| ρῶι στεφάνωι ἐπὶ τῶι παρασχ[έ]σθαι τὴν καθ’ αὑτὸν χρείαν μετὰ | |
| πάσης φιλοτιμίας· τῆς τε ἀναγγ[ε]λίας τῶν στεφάνων τὴν ἐπ[ι]- | |
| 20 | [μέλειαν] ποήσασθαι τοὺς ἀγωνοθέτας τοῦ μουσικοῦ· ἵνα δὲ κα[ὶ] |
| Ἄσσιοι εἰδήσωσιν τήν τε τῶν ἀνδρ[ῶν] καλοκἀγαθίαν καὶ τὴν | |
| τοῦ δήμου εὐχαριστίαν, αἱρεθῆναι πρεσβευτὰς οἵτινες ἀφικό- | |
| μενοι πρὸς αὐτοὺς ἐπελθ[όντ]ες ἐπὶ τὴν [β]ουλὴγ καὶ τὸν δῆ- | |
| μον τό τε ψήφισμα ἀποδώσουσιν αὐτοῖς κα[ὶ ἐ]μ̣φανιοῦσι τὴ[ν] | |
| 25 | τε τῶν ἀνδρῶν καλοκἀγαθίαν καὶ τὴν εὔνοιαν [ἣ]ν ἔχομεν |
| πρὸς τὸν δῆμον αὐτῶν, καὶ παρακαλέσουσιν Ἀσσίους καὶ πα- | |
| ρ’ αὐτοῖς ποήσασθαι τὴν ἀναγγελίαν τῶν σ[τ]εφά- | |
| νων ὑπὸ τοῦ κατασταθησομένου ἀγωνοθέτου [τ]οῦ | |
| μουσικοῦ ἀγῶνος· προνοῆσαι δὲ ἵνα καὶ τὸ ψήφισμα ἀνα[γρα]- | |
| 30 | φῆι εἰστήλην λιθίνην καὶ ἀνατεθῇ παρ’ αὐτοῖς ἐν τῶι ἐ- |
| πιφανεστάτωι τόπωι· πρεσβευταὶ ᾑρέθησαν Κλεομή- | |
| δης Ἡγησαγόρου, Ἀναξαγόρας Διονυσίου. |
IMT SüdlTroas
577