[ ]
Tr.: südl. Troas — Assos (Behramkale) — nach 166 v.Chr. — IK 4,8
| 0 | [Ἀμυνα]- |
| [μενὸν Βρησικλείους, ἄνδρα καλὸν καὶ ἀγαθὸν καὶ ἄξιον τ]ῆς πατρίδος κ[αὶ τῆς] | |
| [ἐγχειρισθείσης αὐτῶι πίστεως, ὃ]ς καὶ παραγενόμενος εἰς [τὴν] | |
| [πόλιν ἡμῶν, βουλόμενος ἀκόλου]θα πράσσειν τῆι τῆς πατρίδος αἱρέ- | |
| [σει, ἃς μὲν ἔκρινεν ἴσως κ]αὶ δικαίως καὶ κατὰ τοὺς νόμους, ἃς δὲ κ[αὶ] | |
| 5 | [διέλυσεν τῶν δικ]ῶν, ἴσον ἑαυτὸν παρεχόμενος πᾶσιν τοῖς δι[α]- |
| [φερομένοι]ς, καὶ ἐν τοῖς ἄλλοις δὲ τοῖς κατὰ τὴν δικαστείαν ἅπα[ν]- | |
| [τα ἐποί]ησεν ἀξίως τῶν τε ἀποστειλάντων πολιτῶν καὶ τοῦ ἡμ[ε]- | |
| [τέρου] δήμου, κατὰ πάντα συντηρῶν τὸ τῆς πατρίδος ἀξίωμα, ἀπ[ο]- | |
| [λυθεί]ς τε ἀπὸ τῆς δικαστείας ἐπεδήμησεν μετὰ πάσης ε[ὐκοσ]- | |
| 10 | [μ]ίας καὶ ὡς πρέπον ἦν ἀνδρὶ καλῷ καὶ ἀγαθῷι· ὅπως οὖν |
| [καὶ ὁ δῆ]μος μεμνημένος τῶν ἀγαθῶν ἀνδρῶν ἐν παντὶ | |
| [καιρῶι φ]αίνηται τὰς καταξίας ἀποδιδοὺς χάριτας· ἀγαθῇ [ ] | |
| [τ]ύχῃ· ἐπαινέσαι μὲν τὸν δῆμον τῶν Ἀσσίων καὶ στεφα- | |
| [ν]ῶσαι αὐτὸν χρυσέωι στεφάνωι ἐπὶ τῶι ἀποστεῖλ[α]ι ἄν- | |
| 15 | δρα καλὸν κἀγαθὸν καὶ ἄξιον ἀμφοτέρων τῶ<ν> πόλεων· ἐπα[ι]- |
| νέσαι δὲ καὶ τὸν δικαστὴν Ἀμυναμενὸν Βρησικλείους, | |
| καὶ δεδόσθαι πολιτείαν αὐτῶι καὶ ἐγγ[όνοι]ς αὐτοῦ ἐφ’ ἴσῃ | |
| [κ]αὶ ὁμοίᾳ τοῖς ἡμετέροις πολίταις· καὶ ἐπικληρῶσαι αὐτὸν | |
| [ἐ]πὶ φυλὴν καὶ δῆμον, στεφανῶσαι δὲ αὐτὸν καὶ χρυσῶι στε- | |
| 20 | φάνωι· τὴν δὲ ἀναγγελίαν τῶν στεφάνων ποιησάσθωσαν |
| οἱ ἀγωνοθέται ἐν τῶι ἀγῶνι τῶι μουσικῶι τῶι συντελουμέ- | |
| νωι τῆι Ῥώμῃ κατὰ τάδε· "ὁ δῆμος ὁ Στρατονικέων στεφανο[ῖ] | |
| τὸν δῆμον τὸν Ἀσσίων καὶ τὸν ἀποσταλέντα δικαστὴν | |
| Ἀμυναμενὸν Βρησικλείους χρυσῶι στεφάνωι ἀρετῆς [ἕνε]- | |
| 25 | κεν καὶ δικαιοσύνης καὶ τῆς πρὸς τὸν δῆμον εὐνοίας·" ἵνα |
| δὲ καὶ Ἄσσιοι εἰδήσωσιν τὴν τοῦ δήμου εὐχαριστίαν, ἑλ[έσ]- | |
| [θ]αι πρεσβευτήν· ὁ δὲ αἱρεθεὶς ἀφικόμενος εἰς Ἄσσον καὶ ἐπ[ελ]- | |
| θὼν ἐπὶ τὴν βουλὴν καὶ τὴν ἐκλησίαν ἐμφανισάτω τὰ ἐ[ψη]- | |
| φισμένα αὐτοῖς τίμια ὑπὸ τοῦ δήμου καὶ τὴν γεγενημένη[ν] | |
| 30 | ὑπὸ τοῦ δικαστοῦ δικαιοσύνην, καὶ παρακαλείτω αὐτοὺς εὔ- |
| νους καὶ φίλους ὑπάρχοντας τοῦ δήμου ἐπὶ πλεῖον αὔξειν τ[ὴν] | |
| φιλίαν, εἰδότας ὅτι καὶ Στρατονικεῖς τὴν πρὸς Ἀσσίους εὔνοια[ν] | |
| διαφυλάξουσιν· παρακαλε<ί>τω δὲ ὅπως καὶ παρ’ αὐτοῖς ἀναγγέ[λ]- | |
| λωνται αἱ τιμαὶ καθ’ ἕκαστον ἔτος ἐν τοῖς συντελουμένοι[ς] | |
| 35 | ἀγῶσιν, καὶ τόπος ἀποδειχθῇ ἐπιφανὴς ἐν ὧι ἀνατεθήσετ[αι] |
| [σ]τήλη λιθίνη ἔχουσα ἀναγεγραμμένον τόδε τὸ ψήφισμα· | |
| τὸ δὲ τέλεσμα τὸ εἰς στήλην διαγραψάτωσαν οἱ τα- | |
| μίαι τῷ ἀποστελλομένωι πρεσβευτῇ ἀπὸ τῶν κοινῶν πρ[οσ]- | |
| όδων, μὴ πλεῖον τέλεσμα δραχμῶν τριάκοντα· ᾑρέθη | |
| 40 | Πυθίων Ἐνπεδίωνος. |