[ ]
Tr.: Skamander u. Nebentäler — Halileli, Çıplak [Aa: Ilion] — 2.Jh.v.Chr.? — IK 3,52
See also:
| 1 | [ἐ]πειδὴ ὁ ἱερεὺς τῶν πάντων θεῶν Ἑρμίας Σκαμαν[δρίο]υ ἀκόλουθον ἑαυ- |
| [τ]ὸν παρασκευάζων τ[ῆ]ι τε τῶν προγόνων εἰς τὸν δ[ῆμον] φιλοτιμίαι καὶ τῆ[ι] | |
| [ἑ]α̣υ̣τ̣οῦ φ̣ιλο̣δοξ̣ίαι πρ[ό]ς τε τοὺς θεοὺς ὁσίως καὶ εὐσ̣εβῶς προσφέρεται καὶ̣ | |
| [τὰ] πρὸς τὸν δῆμον φιλαγάθως καὶ μεγαλομερῶς, προ[αιρο]ύμενός τε καὶ ἀν[ὰ] | |
| 5 | [πᾶν] ἔτος τοὺς θεοὺς τιμᾶσθ̣αι καὶ τὸν δῆμον φι̣λανθ<ρ>ωπεῖσθαι ἐπιδέδωκεν |
| [καὶ] ἀφιεροῖ ἀργυρίου δ̣ραχ[μ]ὰ̣ς Ἀλεξανδρείας μυ[ρία]ς καὶ πεντακισχιλίας | |
| [καθ]ήκει δὲ τῶι δήμωι ἀποδεξαμένωι αὐτοῦ τὴν φιλ[α̣]γ̣αθίαν τε καὶ σπουδὴν̣ | |
| [δια]τ̣άξαι περὶ τῶν ἐπιδεδομένων χρημάτων ὡς κα̣[θ]ῆ̣κόν ἐστιν ἵνα αἵ τε | |
| [τῶν] θ̣εῶν τιμαὶ ἀπὸ τῶν χρημάτων καὶ αἱ εἰς τοὺς πολίτας φιλανθ<ρ>ωπίαι δια̣ | |
| 10 | [μένωσ]ιν εἰς τὸν ἅπαντα χρόνον· ἀγαθῆι τύχηι, ἐπὶ ὑγιείαι καὶ σωτηρίαι καὶ τοῖ[ς] |
| [ἄλλοις] ἀγαθοῖς πᾶσι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· τὰ μὲν χρήματα εἶνα[ι] | |
| [τὰ ἐπιδεδομέ]να ὑπὸ Ἑρμίου ἱερὰ τῆς Ἀθηνᾶς· τοὺς δὲ τραπε[ζ]ίτας, ἐπεὶ διαγεγραμμέ- | |
| [να ἐστὶ τὰ δι]άφορα, ἔχειν ἔνθεμα, καὶ φέρ[ειν] τόκον αὐτῶν δέκατον, καὶ παραδοῦναι τ[ό] | |
| [τε κεφάλαιον] τοῖς μεθ’ ἑαυτοὺς τραπεζίταις καὶ τόκον διμήνου δέκατον· τοὺς δὲ | |
| 15 | [παραλαβόντας ἔ]χειν ἔνθεμα τὰς μυρίας καὶ πεντακισχιλίας |
| Ἀλεξανδρείας καὶ | |
| [τὸν διμήνου τό]κον· ἀπὸ δὲ τῆς προσόδου γίνεσθαι ἀν[ὰ] πᾶν ἔτος ἐν τῶι Παναθη- | |
| [ναίωι μηνὶ τῆι πρώ]τηι τῶν Ἰλιακῶν πομπὴν καὶ θυσίαν τῆι Ἀθηνᾶι· τοὺς δὲ τραπε- | |
| [ζίτας διδόναι ἑκάσ]του ἔτους ἀπὸ τῆς προσόδου τῆι ἐνδεκάτηι ἐν τῶι Παναθηναίωι | |
| 20 | [μηνὶ τοῖς ἀφ’ ἑκάστ]ης φυλῆς αἱρεθησομένοις φυλάρχαις κατὰ φυλὴν δραχμὰς ἑκα- |
| [τὸν εἴκοσι καὶ ἑ]π̣τὰ τριώβολον ἀτριακοστολογή̣του̣[ς] καὶ τὸ ἥμισυ ἀργύριον [ ] | |
| [ πομπ]εῦσαι βοῒ θηλείαι καὶ προβάτωι ἄρρενι καὶ τὰ πέμματα προφέρεσθαι ΕΙ | |
| [․․․․․ τὰ δὲ ἄλλα τὰ] περὶ τὴν πομπὴν ἐπιτελέσαι καθότ[ι] πάτριόν ἐστιν· ἀκολουθεῖν δὲ | |
| [ἐν τῆι πομπῆι ἑ]κάστους τῶν φυλαρχῶν τῆι ὑφ’ ἑαυτῶ[ν] ἀγμένηι βοῒ ἐπιγράψαντας | |
| [τὸ ὄνομα τῆς φυλῆς] καὶ προθύεσθαι τῶι Διὶ τῶι Πολιεῖ τὰ πρ[ό]βατα· ἐπιτελέσαι δὲ καὶ δεῖ- | |
| 25 | [πνον τοὺς φυλάρχας κ]αὶ λόγον θέσθαι τῆς δαπάνης· τῆς δὲ πομπῆς ἐπιμελητὰς |
| [εἶναι τὸν ἱερέα] τῶν πάντων θεῶν καὶ τὸν ἀγω[νο]θ̣έτην καὶ τὸν ἐγλογιστήν· | |
| [ἐπιμελεῖσθαι δ’ ὅπ]ως κατὰ [κ]άλλος πομπεύωσιν ο[․․․․․]αξιαι πομπῆς· καθιστάναι | |
| [δὲ καὶ ἄνδρας δύο τ]οὺς τῆς εὐταξίας ἐπιμελησομέ[νους] καὶ τοὺς κατασταθέντας ἔχει[ν] | |
| [ἐξουσίαν τοὺς ἀκοσμ]οῦντας τῆι ῥάβδωι κολάζειν· ἄγε[σθαι] δὲ τὴν πομπὴν ἐκ τῶν βασι̣λ̣[εί]- | |
| 30 | [ων καθότι ἂν] διατάξωσ̣ιν οἷς ἐπιτέτακται τὴ[ν ἐ]πιμέλειαν πο̣ιεῖσθαι· ἐὰν δέ τιν[ες] |
| [ ἀπειθῶ]σιν ζημιοῦσθαι αὐτοὺς ῦπὸ τῶν π̣[ρογεγ]ραμ[μ]ένων [δ]ραχμαῖς πεντ[ή]- | |
| [κοντα π]ρα̣χθῆν[αι — — |