[ ]
Tr.: Skamander u. Nebentäler — Yeniköy [A: Ilion] — Anf. 3.Jh.v.Chr. (um 281 v.Chr.) — IK 3,25
| I.1 | {²Zeilen 1-8 fehlen.}² |
| 9 | εντ̣[ |
| 10 | ․αστου[ |
| ․ο̣ι ․ο̣χοσ․υσα[ | |
| μα̣․γα․․․․σεα̣π̣[ | |
| [ ] | |
| ․π̣․λυσι[ ] | |
| 15 | ․μ̣․ κ̣α̣ὶ̣ ἀρχ[ ] |
| καὶ ἐν δημοκρατίαι ․δυ[ ] | |
| νιολι․․ρ[ ]ον[ ]η[ ] | |
| τε α[ὐ]τὸν [ ]νι[ ]τωι [ ]λ[ ]ο[ ] | |
| [ὃς δ’] ἂν ἀπ[οκτ]είνηι τ[ὸν τ]ύραννο[ν ἢ τὸν ἡ]- | |
| 20 | γεμόνα τῆ[ς] ὀλιγαρ[χ]ίας ἢ τὸν τὴν δ[ημοκρα]- |
| τίαγ καταλύον[τ]α, ἐὰμ μὲν ἔναρχο[ς, τά]- | |
| λαντον ἀργυρ[ί]ου λ[αμβάνειν παρὰ τῆς πό]- | |
| λεως αὐθημερ̣ὸ̣ν̣ ἢ τῆι δευτέραι, [κ]αὶ εἰκό[να] | |
| χαλκῆν αὐτο[ῦ στ]ῆ[σ]α[ι τ]ὸ[ν δῆ]μον· εἶναι δὲ | |
| 25 | αὐτῶι καὶ σίτη[σ]ιν [ἐ]μ πρυ[τα]νείωι, [ἕ]ως [ἂν] ζῆ[ι], |
| καὶ ἐν τοῖς ἀγῶ[σι] εἰς π[ρο]εδρίαν [κηρύ]σσεσ- | |
| θαι ὀνομαστεὶ καὶ δύο δ[ρ]αχμὰς δίδοσθαι | |
| αὐτῶι ἑκάστης ἡμέρας μέχρι ἂν ζῆι· ἐὰν δὲ | |
| ξένος ἦι ὁ ἀποκτ[εί]νας, ταὐτὰ δίδοσθαι αὐτῶ[ι] | |
| 30 | καὶ πολίτης ἔστω [κα]ὶ εἰς [φυλ]ὴν ἐξέστω αὐ[τ]ῶ[ι] |
| εἰσελθεῖν ἣν ἂν βούληται· ἐὰν δὲ δοῦλος ἦ[ι] | |
| [ὁ ἀ]ποκτε[ίνας, ἐπί]τιμος [ἔ]στω καὶ πολιτεί- | |
| [ας μ]ε[τεχέτω κατὰ τὸν ν]όμογ καὶ τριάκοντα μ- | |
| [νᾶς λαμβανέτω παρὰ τῆς πόλεως] αὐθημερὸν ἢ [τῆι] | |
| 35 | [δευτέραι, καὶ μέχρι ἂν ζῆι ἑκάσ]της ἡμέρας λαμβα- |
| [νέτω δραχμὴν ] τῆς ἀρχῆς οἱ με[․․] | |
| [ τάλαντον ἀργ]υρίου λαμβανέ[τω]- | |
| [σαν ] τριάκοντα μνᾶ[ς] | |
| [ ἔσ]τω πολίτη[ς] | |
| 40 | |
| II.39a | [ τὰ δὲ] |
| 40 | [ἄ]λλα τῆς πόλεως εἶναι· |
| [κα]ὶ εἴ τίς τι ἠδικήθη ὑπ’ αὐ- | |
| [τῶν], ἀπολαμβάνειν ἐντεῦ- | |
| [θεν· ἐ]ὰν δέ τις τὸν τύραν- | |
| [νον ἢ τ]ὸν ἡγεμόνα τῆς ὀλι- | |
| 45 | [γαρ]χίας ἢ τὸν <τὴν> δημοκρατί- |
| αγ καταλύσαντα τῶν συσ- | |
| στρατιωτῶν τις ἀποκτεί- | |
| νας εἰς δημοκρατίαγ κατα- | |
| στήσηι τὴμ πόλιν, ἀζήμιόν | |
| 50 | τε αὐτὸν εἶναι ὧν ἔπραξεν |
| μετ’ αὐτῶγ καὶ τάλαντον ἀρ- | |
| γυρίου λαμβάνειμ παρὰ τοῦ | |
| δήμου· ὃς ἂν ἐπὶ τυράννο<υ> ἢ | |
| ὀλιγαρχία<ς> στρατηγήσηι | |
| 55 | ἢ ἄλλην τινὰ ἀρχὴν ἄρξηι |
| [ἡν]τιναοῦν, δι’ ἧς ἀργυ[ρί]- | |
| [ου λ]όγον ἔρχεται, ἢ ἐπιγρ[α]- | |
| [φὴν ἐ]πιγράψηι Ἰλιέων [τ]ινὶ ἢ | |
| [τῶν με]τοίκων, π[αρ]ὰ μηδε- | |
| 60 | [νὸς τούτων ὠν]εῖσθαι μηδὲ |
| [παρατίθεσθαι μ]ήτε γῆν μή- | |
| [τε οἰκί]α[μ μήτ]ε κτήνη μήτε | |
| [ἀνδ]ράποδα [μή]τε ἄλλο μη- | |
| [δ]ὲν μηδὲ φ[ερν]ὴν δέχεσθαι· | |
| 65 | ὃς δ’ ἂν παρὰ [τού]των τινὸς πρί- |
| ηταί τι ἢ παρ[αθ]ῆται ἢ φερ[ν]ὴν | |
| λάβηι ἢ ἄλλ[ως] πως κτήση- | |
| ται, ἄκυρον ε[ἶνα]ι τὴγ κτῆσιν | |
| καὶ τὸν ἀδικ[ηθέ]ντα ἰέναι εἰς | |
| 70 | τὰ τοῦ ἀδικήσ[αν]τος ἀτιμη- |
| τεί, ὁπόταν θ[έλ]ηι· | |
| τὸ δεύτερον [σ]τρατηγήσηι | |
| ἢ ἄλλην ἀρ[χὴν] ἄρξηι, ὅσ’ ἂν | |
| διαχειρίσηι χ[ρή]ματα, πάντα | |
| 75 | ὀφείλειν ὡς δ[η]μόσια ὄντα· |
| [ἐξ]εῖναι δὲ δι[κάσ]ασθαι τῶι | |
| [βουλο]μένωι ὡ[ς] περὶ δημοσί- | |
| [ων ἐν τ]ῶι δικα[σ]τηρίωι, ὅταν | |
| [βούλητ]αι, μέχ[ρι] τέλος δι- | |
| 80 | [κης γέν]ηται [δη]μοκρατου- |
| [μένων Ἰλ]ιέων· [ὃς] δ’ ἂν ἐπὶ τυ- | |
| [ράννου] ἢ ὀλιγα[ρ]χίας ἐκ τού- | |
| [των χρήμα]τα δη[μό]σια δῶι ἢ λά- | |
| [βηι, ἐξεῖν]αι δικ[άσ]ασθαι ὡς | |
| 85 | [περὶ δημοσίων] χρημάτων, ὑπόδι- |
| 85a | [κος δὲ ἔστω — — — ] |
| III.86 | ἐγ μιαροῦ γένωνται· καὶ τὰ ὄντα αὐτῶν |
| τὰ μὲν ἡμίση τῆς πόλεως ε[ἶ]ναι, τὰ δ’ ἡμί- | |
| ση τῶμ παίδων τοῦ ἀποθανόντος, ἐὰν δὲ παῖ- | |
| δες μὴ ὦσιν, εἰς οὓς ἂν τὰ χρήματα ἱκνῆται· | |
| 90 | δίκην δὲ εἶναι περὶ τούτω[ν] ἀεί, μέχρι τέλος |
| δίκης γένηται δημοκρατουμένων Ἰλιέων· | |
| ἐὰν δὲ δεθῆι ἢ ἑρχθῆι [ἢ] φεύγηι, δεσμῶν τιμὰς | |
| διπλασίας ὀφείλει[ν κ]αὶ ὅτι ἂν βλαβῆι διπλάσιον· | |
| ἐὰν δὲ χρήματα ἐ[κ]τείσηι, διπλάσια ἀποτινέ- | |
| 95 | [τ]ω ὁ κατηγορήσ[ας]· δίκην δὲ εἶναι περὶ τούτων |
| [ἀ]εί, μέχρι τέλ[ος] δίκης γένηται δημοκρατου- | |
| [μ]ένων Ἰλιέω[ν]· [ἐ]άν τις ἐπὶ τυράννου ἢ ὀλιγαρ- | |
| χίας ἀποκτ[είνηι] τινὰ ἐν ἀρχῆι ὤν, πάντας τοὺς | |
| τὴμ ψῆφ[ον προσθεμ]ένους ἀνδροφόνους εἶναι, κα[ὶ] | |
| 100 | [ἐ]ξεῖ[ναι ἐπεξελθ]εῖν ἀεί, μέχρι τέλος δίκης |
| [γένηται δημοκρατουμέ]νων Ἰλιέωγ· καὶ ἐὰν τὴν | |
| δίκ[ην μὴ νικήσηι, ψῆφον πρ]οσθέμενος ὥστε ἀ- | |
| ποκτεῖναι, ἄτ[ιμον εἶναι] καὶ φεύγειν αὐτὸγ | |
| καὶ ἐκγόνους οἳ ἂν [ἐξ αὐτοῦ γ]ένωνται· φόνον | |
| 105 | δὲ ἐπιγαμίας μὴ καταλλάσ[σεσ]θαι μηδὲ χρή- |
| μασιν· εἰ δὲ μή, ἔνοχον εἶναι τῆι α[ὐτ]ῆι ζημίαι· ἐ- | |
| ὰν δέ τις τύραννος ἢ ἡγεμὼν ὀλιγαρχίας ἢ ὅσ- | |
| τις Ἰλιέων ἀρχὰς συ[ν]αποδεικνύηι μετὰ τού[των] | |
| ἢ ἄλλος πρὸ τούτων πρίηται γῆν ἢ οἰκίαν ἢ κτήν[η] | |
| 110 | ἢ ἀνδράποδα ἢ ἄλλο ὁτιοῦν, ἀκύρως ἐωνήσθω κα[ὶ] |
| ἐπανίτω εἰς τοὺς ἀποδομένους· ἐάν τις ἐν ὀλι- | |
| γαρχίαι κακοτεχνῶν περὶ τοὺς νόμους vacat | |
| vacat βουλὴν αἱρῆται ἢ τὰς ἄλλας ἀρχάς, | |
| ὡς ἐν δημοκρατίαι θέλων διαπράσσεσθαι τ[ε]- | |
| 115 | χνάζων, ἄκυρα εἶναι καὶ τὸν τεχνάζοντα πάσ- |
| χειν ὡς ἡγεμόνα ὀλιγαρχίας· ὃς ἂν τύρανν[ος] | |
| ἢ ἡγεμὼν γένηται ὀλιγαρχίας, ἢ τύραννον στ[ή]- | |
| σηι ἢ συνεπαναστῆι ἢ δημοκρατίαγ καταλύ- | |
| σηι, ὅ<π>ου ἄν τι ὄνομα ἦι τούτων, ἐάν τε ἐν τοῖς | |
| 120 | ἱερ<ητ>εύσασιν ἐάν τε ἐν ἀναθήματι ἐάν τ’ ἐπὶ τάφο[υ], |
| ἐκκόπτειν παντόθεγ, καὶ ἐγ μὲν τῶν ἱερητευ- | |
| κότων ἐκκόψαντας πωλεῖγ, καὶ τὸμ πριάμενον | |
| ὄνομα ἐπιγράψασθαι ὅτι ἂν θέληι οἷς μέτεστι· | |
| τὰ δὲ ἀναθήματα ὅσα μὲν ἂν ἰδίαι ἀνατεθῆι, ἐξα- | |
| 125 | λείψαντας τοῦ ἀναθέντος τὰ ἐπιγράμματα βο[υ]- |
| λεύειν περὶ τοῦ ἀναθήματος τὸν δῆμον, ὅπως μ[ή]- | |
| τε ἐκείνων ἑστήξει μηδὲ μνημεῖον μηθὲν ἔσ- | |
| ται· ὅπου δὲ κοινὸν ἀνάθημα καὶ ἑτέρων ἐπι- | |
| γέγραπται, ἄδηλον ποιεῖν ἐξαλείψαντας τ[ὸ] | |
| 130 | [ὄνομ]α τὸ ἐκείνου· ἐάν τις ἐπὶ τυράννου ἢ ὀλ[ι]- |
| 130a | [γαρχίας — — — ] |
| IV.131 | [ ]ι[ ]ηδιμ[ ἐὰν δὲ] |
| οἱ ἄρχοντες μ[ὴ κηρύξωσι τὸν] | |
| στέφανον ἐν τοῖς [μεγάλοις Διο]- | |
| νυσίοις ἢ μὴ συντελέ[σωσιν], | |
| 135 | ὅπως ἀναγραφῶσι κατὰ [τὸν νό]- |
| μον, ὀφειλέτω τῶμ μὲν ἀρχόν- | |
| των ἕκαστος τριάκοντα στα- | |
| [τ]ῆρας, βο[υλῆς δ’] ἕκαστος δέ- | |
| [κα] στατῆρας, ὁ δὲ ταμίας στα- | |
| 140 | [τ]ῆρας ἑκατόν· καὶ ἄτιμοι ἔστω- |
| [σαν] καθ’ οὓς ἂν τῶν γεγραμ- | |
| [μέ]νων τιμῆς ἐ[πικ]αλῆται, ἕ[ως ἂν] | |
| [κο]μίσω[ν]ται τὰ χρήματα οἱ ἐπι- | |
| καλοῦτες· εἶν[αι δὲ] τὴν ἔφο- | |
| 145 | δον ἀεὶ ἐπὶ τοὺς ἄρχοντας καὶ |
| τὴμ βουλὴν τὴν ἐνεστῶσαν, | |
| καὶ ἔστω τοῦτο πρῶτον ἔτος | |
| καὶ τὰ ἐπίτιμα ταὐτὰ εἶναι | |
| τοῖς ἐνεστῶσιν ἀρχείοις, ἕ- | |
| 150 | ως ἂγ [κ]ομίσωνται τὰ χρήματ[α] |
| [κα]ὶ τὸν στέφανον οἱ ἐπικαλοῦν- | |
| τες καὶ ἡ ἀναγραφὴ γένηται· | |
| ἐὰν δέ τις κομίζηται μὴ τὴν | |
| δημοκρατίαγ κατασκευάζων | |
| 155 | εἰσενέγκας ἢ ἀναλώσας ἢ μὴ |
| ὀφειλόμενα ἢ πλείω ἀπολάβηι, | |
| ἀποτινέτω διπλάσια, ἐὰν δίκηι | |
| [ν]ικᾶται· καὶ ὃς ἂμ παρὰ τούτων | |
| [λ]αβὼν <μὴ> ἀναλώσηι ὥστε ἡ δημο- | |
| 160 | κρατία κατασταθῆι ἢ ὃς ἂμ [πα]- |
| ρὰ τούτω[ν] ἔχων μὴ ἀποδε[ίξηι] | |
| [ἀ]ναλωμένα εἰς ταῦτα, διπλ[άσια] | |
| ἀποτεισάτω ἅπερ ἂν λάβη[ι, ἐ]- | |
| ὰν δίκηι νικᾶται· ὧι δ’ ἂν ἐπικ[α]- | |
| 165 | λῆται καὶ γραφῆι δίκη μὴ εἰσ[ε]- |
| νέγκαι ἢ μὴ ε[ἰσ]αναλῶσαι [κα]- | |
| τὰ τὸν νόμον ἢ μὴ ὀφειλόμ[ενα] | |
| ἢ πλείω ἀπολαβεῖν, μὴ στ[εφα]- | |
| νούσθω μηδὲ ἀναγραφ[έσθω] | |
| 170 | εἰς στήλην [ ] γέ- |
| νηται κα[ὶ ]π[ ]τα[ ] | |
| [ ]σι[ ] χρήματα |