[ ] Lycia, W. — Lissa — 275/274 BC
1 [βασιλεύο]ν[τ]ος [Π]το[λ]εμαίου τ[ο][Π]τολεμαίου ἔτους ἑνδεκάτου
[μηνὸ]ς [Περειτίου?] ἐκκ̣λησ[ί]ας κυρί[α]ς γενομένης ἔδοξε
Λισσατῶ[ν τῶι] δήμωι· ἐπε[ιδ]ὴ Ἀγ[έ]πολις Λάμπ[ω]νος Ῥόδιος
ἀνὴρ καλὸς κἀγαθ̣ὸς γέγον[εν] εἰς τὸν δῆμον τὸν Λισσατῶν
5 [κ]αὶ κοινῆι καὶ ἰδίαι ἑκάστωι χρ̣εί[α]ς [πα]ρεχόμενος, [ἔ]δοξε τῶι δή-
μωι τῶι Λισσατῶν στεφα[ν]ῶσ[αι] αὐτὸν [θ]αλλοῦ στεφάνω[ι]
ἀρετῆς ἕνεκεν καὶ εὐνοίας [ἧς] ἔχω[ν] δια[τελ]εῖ εἰς τ[ὸν] δῆμ[ο]ν
[τ]ὸν Λισσατῶν, δ[ί]δωσι δὲ πολ[ιτ]είαν αὐτῶι καὶ ἐγγόνοις
[κ]αὶ ἀτέλειαν ἁπάντων ὁ[πόσ’ ἂ]ν [εἰσάγη]ι· ἀναγράψαι
10 [δ]ὲ τὸ [ψ]ήφισμ[α] τοῦτο ἐ[ν στήληι λιθίν]ηι πρὸ τῶν
[πυ?]λῶν. συν[τ]ε[λεσ][τ]ω[σαν δὲ ταῦτα οἱ ἐφεσ]τηκότ[ες]
[— — —]ν[— — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help