[ ]
Lycia, W. — Lissa — 245 BC
| 1 | βασ[ιλε]ύοντος Πτολεμαίου τοῦ Πτολεμαίου κ[αὶ] |
| Ἀρσιν[όης] θεῶν ἀδε[λ]φῶν ἔτους δευτέρου μηνὸς Πε[ρει]- | |
| τίου τριακάδι ἔδοξε Λισσατῶν τῶι δήμω[ι κ]υρί[ας] ἐ[κ]- | |
| κλησίας γενομένης· ἐπ[ε]ιδὴ Πανταλέων Μενε[κρ]άτους | |
| 5 | Λισσάτης ἀνὴρ ἀ[γ]αθὸς ὢν διατελεῖ χρείας παρεχόμεν[ος] |
| καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι [ἑ]κάστωι τ[ῶν] πο[λι]τῶ[ν], | |
| στεφανῶσαι αὐτὸν θ[α]λλο[ῦ σ]τε[φάνωι ἀρετ]ῆ[ς] ἕ- | |
| νεκεν καὶ εὐνο[ίας] ἧς ἔχων διατελεῖ [εἰς τὸν δῆμ]ον τὸν | |
| Λισσ[α]τῶν, εἶναι δ’ αὐτὸν καὶ εὐε[ργ]έ[τη]ν [τῆς πόλεως]· ἀνα- | |
| 10 | γράψαι δὲ τὸ ψήφισμα εἰς στήλην λιθίν[η]ν [καὶ στῆσαι] οὗ [ἂ]ν |
| αὐτῶι δόξηι. συντελε[σ]άτω δὲ [τ]αῦτα ὁ ἐ[φ]ε[στ]ηκ[ὼς] Λ[έ]ων. |