[ ]
Saronic Gulf — Kalauria — late 3rd c. BC
| 1 | σ[— — — — — — — — — — καὶ τᾶν θυγατέρω]- |
| ν {²⁷[τῶν υἱῶ]|ν?}²⁷ Ἀρ̣ισ[τ— — καὶ — — — — — τῶι Π]- | |
| οσειδᾶν[ι — — — — — — — — — — — — — — —] | |
| α Εὐκλείαι̣ [— — — — — — — — — τοὺς ἐγγ(?)]- | |
| 5 | αίους ἀφ’ ἕω κα[τὰ — — — — — — — — — — —] |
| καὶ Νικαγόρα Σωτ[— — — — — — — — — — —] | |
| ίς, Λαοδίκα, Διονυσία, [— — — — — — — — κ]- | |
| αὶ εἴ τινάς κα ἀφῆ<ι> ἐλευ[θέρας Ἀγασικλῆς] | |
| ἢ Νικαγόρα, μετεῖμεν Δαμ̣[— — — — — — τοῦ] | |
| 10 | Θεαρίχου. vacat |
| ἐπὶ ταμία Σωφάνεος τοῦ Πολι[— — —, μη]- | |
| νὸς Γεραιστίου, ἔδοξε τοῖς πολίτ̣[αις περὶ τ]- | |
| οῦ ἀργυρίου καὶ τοῦ χωρίου οὗ ἀνέθηκ̣[αν Ἀ]- | |
| γασικλῆς καὶ Νικαγόρα τῶι Ποσειδᾶνι· ἐπ̣[ιμε]- | |
| 15 | λητὰς καταστᾶσαι δύο οἵτινες τό τε ἀργύ- |
| ριον ἐκδανεισοῦντι κατὰ δραχμὰς τριάκο- | |
| ντα ἐπ’ ἐνγύοις ἢ ὑποθήκαις ἀρεστοῖς τοῖ[ς] | |
| ἐπιμεληταῖς καὶ τὸ χωρίον ἐκδωσοῦντι δωτ- | |
| ίνας μετὰ τᾶς ἐκκλησίας κατὰ συνγραφάν, | |
| 20 | καὶ πράξαντες τὸ διάφορον τοῦ ἀργυρίου καὶ τὰ- |
| ν δωτίναν τὰν ἐκ τοῦ χωρίου θυσοῦντι τῶι Π- | |
| οσειδᾶνι ἱερεῖον τέλειον καὶ τῶι Διὶ τῶι σωτῆ- | |
| ρι ἱερεῖον τέλειον, βωμὸν ἑσσάμενοι πρὸ τᾶν ε- | |
| ἰκόνων αὐτῶν τᾶν ποὶ [τ]ῶι β̣ουλευτηρίωι· τὰν | |
| 25 | δὲ θυσίαν ποιησοῦντι, καθὼς ἐν τᾶι στάλαι γέγ- |
| ραπται, κατ’ ἐνιαυτόν, καὶ τὰ λοιπὰ ἐπιμελησοῦν- | |
| ται ὡς ὅτι χαριέστατα καὶ εὐθύνους εἰσοισοῦν- | |
| τι τᾶι πράται ἁμέραι ἐπὶ ταῖς σπονδαῖς καὶ λόγ- | |
| ον ἀποδωσοῦντι τοῖς αἱρεθεῖσιν εὐθύνοις τᾶι | |
| 30 | ἐπεχὲς ἁμέραι καὶ ποτομοσοῦνται τὸν Δία τὸν Σ- |
| ωτῆρα, εἶ μὰν μηθὲν νοσφίζεσθαι. ἐπὶ δὲ τὰν σπ- | |
| ονδὰν αἱρείσθωσαν τοὺς ἐπιμελητὰς εἰς τὸν ἐ- | |
| πεχὲς ἐνιαυτὸν τᾶι πράται ἁμέραι. |