[ ]
Saronic Gulf — Kalauria — late 3rd c. BC
| 1 | θεοί. τύχαι ἀγαθᾶι. ἐπὶ τοῖσδε ἀνέθηκε Ἀγ̣ασίγρατις |
| [Τε]ι̣σία {ι} τῶι Ποσειδᾶνι ἀργυρίου δραχμὰς τριακοσίας ὑ- | |
| πέρ τε α̣ὐσαυτᾶς καὶ τοῦ ἀνδρὸς Σωφάνεος καὶ τοῦ υἱ- | |
| οῦ Σωσιφάνεος [κ]αὶ τᾶν θυγατέρων Νικαγόρας καὶ Ἀρισ- | |
| 5 | το[κ]λείας· ὥστε θύειν τῶι Ποσ̣ειδᾶνι ἀπὸ τοῦ διαφόρου {ς} |
| ἱερεῖον τέλειον καὶ τῶι Διὶ τῶι Σωτῆρι ἱερεῖον τέλειον, | |
| βω[μ]ὸν ἑσσαμένους παρὰ τὰν εἰκόνα τοῦ ἀνδρὸς αὐ- | |
| τᾶς Σωφάνεος, καὶ τὸ λοιπὸν τοῦ διαφόρου καταχρῆσ- | |
| θαι. θύειν δὲ διὰ τριῶν ἐτέων ἐν τῶι Ἀρτεμιτίωι | |
| 10 | μη̣νὶ ἑβδόμαι ἱσταμένου. τοῦς δὲ ἐπιμελητὰς τ[οὺ]- |
| ς αἱρεθέντας τά τε λοιπὰ ἐπιμελεῖσθαι ὡς ὅτι χα- | |
| ριέστατα καὶ ὅκα κα ἁ θυσία ἦι, τάς τε εἰκόνας καθαρὰς | |
| ποιεῖν τὰς ἐ̣πὶ τᾶς ἐξέδρας καὶ τὰν ἐν τῶι ναῶι τὰν Ἀ- | |
| γασ̣ιγράτιος καὶ στεφανοῦν ὡς ὅτι χαριέστατα. καὶ ἐπεὶ | |
| 15 | κ̣α τὸν λόγον ἀποδῶντι τοῦ ἀναλώματος, ποτομόσαι εἶ |
| μὰν ὀρθῶς καὶ δικαίως ἐπιμεμελῆσθαι. |