[ ] Lyd. — Sardis (Sart) — 213 BC — P. Gauthier, Nouvelles Inscriptions II (1989) 81, 3 — SEG 43.862 (cf.)
[— — — συν]-
1 χωρήσαντες πάντα ἃ διέτε̣[ιν]εν πρὸς ἐπανόρθωσιν καὶ νῦν̣
προαιρούμενοι γενέσθαι ὑμᾶς ἐμ βελτίονι διαθέσει πεποήκαμεν τὰ
ἐνδεχόμενα· τοῖς τε γὰρ νέοις ἀποτετάχαμεν εἰς ἐλαιοχρίστιον
ἀνθ’ ὧν πρότερον ἐλαμβάνετε κατ’ ἐνιαυτὸν ἐλαίου μετρητὰς
5 διακοσίους καὶ εἰς τοῦτο τὸ πλῆθος συνετάξαμεν ἀποτάξαι {²vac.}²
προσόδους ἀφ’ ὧν ἐξ ὑποκειμένου λήψεσθε εὐτάκτως καὶ εἰς
τοὺς κατασταθμευομένους δὲ παρ’ ὑμῖν συνχωροῦμεν λαμβά-
νεσθαι ὧν ἔχετε οἰκιῶν ἀντὶ τῶν ἡμισέων τὰ τρίτα μέρη· ἀπολύο-
μεν δὲ ὑμᾶς καὶ τοῦ ἐνοικίου οὗ τελεῖτε ἀπὸ τῶν ἐργαστηρίων, εἴ-
10 περ καὶ αἱ ἄλλαι πόλεις μὴ πράσσοντα̣ι· οἰόμεθα δὲ δεῖν καὶ ἐν τοῖς
ἀγομέ<με>νοις Λαοδικείοις ὑπὸ τῆς πόλεως ὑπάρχειν ὑμῖν ἀτέ-
λ̣ε̣ιαν ἐφ’ ἡμέρας τρεῖς κ̣α̣ὶ̣ πε̣ρ̣ὶ̣ π̣ά̣ν̣τ̣ω̣ν̣ γ̣ε̣γ̣ρ̣ά̣φ̣α̣μ̣ε̣ν π[ρὸς] Ζ̣ε̣ῦ̣ξ̣[ιν]
— — —
Search Help
Contact Us