[ ]
Lyd. — Sardis (Sart) — ca. 200-150 BC (after 188?) — P. Gauthier, Nouvelles Inscriptions II (1989) 113, 4 — SEG 43.862 (cf.)
| A.1 | — — —#⁷— — —c.14-15— — —Κ̣ΑΘ․․Α̣Σ̣ [ἀπ]αγγελο[ῦ]- |
| [σιν ὑ]μῖν καὶ οἱ πρεσβευταὶ περὶ τῶν αὐτῶν· ἔρρωσθε. | |
| B.1 | γνώμη βουλευτῶν· ἐπειδὴ Ἡλιόδωρος Διοδώρου τοῦ |
| Λέοντος πολλὰς καὶ μεγάλας χρείας παρείσχηται {²vac.}² | |
| τῶι δήμωι κοινῆι τε καὶ ἰδίαι ἕκαστον τῶν πολιτῶν εὐεργετῶν | |
| καὶ πρεσβεύων πολλὰ συνκατεσκεύακεν τῶν πρὸς δόξαν | |
| 5 | καὶ τιμὴν ἀνηκόντων, ἅμα δὲ καὶ λυσιτελῶν, οὐ μόνον παρ’ ἡμῖν |
| ποιούμενος τὰς ἀποδείξεις τῆς αὑτοῦ καλοκαγαθίας {²vac.}² | |
| ἀλλὰ καὶ ἐν τοῖς πεμπομένοις δικαστηρίοις ὑπὸ τοῦ δήμου {²vac.}² | |
| εἰς τὰς ἄλλας πόλεις, δυνατῶς καὶ ἐπιεικῶς ἐν ἑκάστοις {²vac.}² | |
| ἀναστρεφόμενος, δι’ ὃ καὶ τέτευχεν στεφάνων καὶ τιμῶν | |
| 10 | ἐνδόξων· ἵνα δὲ καὶ οἱ πολῖται φαίνωνται τιμῶντες τοὺς ἀγαθοὺς |
| τῶν ἀνδρῶν, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι στεφανῶσαι αὐτὸν | |
| χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα· {²vac.}² | |
| τὴν δὲ ἐπιμέλειαν τούτων ποιήσασθαι τοὺς στρατηγούς. |