[ ]
Lyd. — Sardis (Sart) — 213 BC — P. Gauthier, Nouvelles Inscriptions II (1989) 47, 2 — SEG 43.862 (cf.)
| A.1 | Ἡρακλείδης Σωκράτου εἶπεν· ἐπ̣ε̣[ιδὴ ․․․․․c.15․․․․․․ τ]ὴν ἐπι- |
| στολ[ὴν τ]ὴν γραφεῖσαν παρὰ τῆς βασιλίσσ̣η̣[ς πρός τε τὴ]ν̣ βουλὴ̣ν̣ | |
| καὶ τὸν δῆμον ὑπὲρ τῶν τιμῶν τῶν ἐψηφισμένων ὑπὸ τοῦ δήμου τῶι τ[ε] | |
| βασιλεῖ καὶ τῆι βασιλίσσηι καὶ τοῖς τέκνοις αὐτῶν ἀναγράψαι εἰς τὴν | |
| 5 | παραστάδ̣α̣ τοῦ ναοῦ τοῦ ἐν τῶι Μητρώιωι· δεδόχθαι τῆι βουλῆι καὶ τ[ῶι] |
| δήμωι ἀναγρ̣ά̣ψαι τὸν ταμίαν· τὸ δὲ ἐσόμενον ἀνήλωμα εἰς ταῦτα δοῦνα[ι] | |
| αὐτὸν ἀφ’ ὧν χειρίζει προσόδων Ὀλωίου. | |
| B.8 | βασίλισσα Λαοδίκη Σαρδιανῶν τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· |
| Μητρόδωρος καὶ Μητροφάνης καὶ Σοκράτης {²⁶Σωκράτης}²⁶ καὶ Ἡρακλείδης οἱ παρ’ ὑμῶν | |
| 10 | πρεσβευταὶ ἀπέδωκαν τὸ ψήφισμα καθ’ ὃ τέμενός τε Λαοδίκειον ἀνεῖναι |
| ψηφίσαισθε καὶ βωμὸν ἱδρύσασθαι, ἄγειν δὲ καὶ πανήγυριν Λαοδίκεια | |
| καθ’ ἕκαστον ἔτος ἐν τῶι Ὑπερβερεταίωι μηνὶ τῆι πεντεκαιδεκάτηι | |
| καὶ πονπὴν καὶ θυσίαν συντελεῖν Διὶ Γενεθλίωι ὑπὲρ τῆς τοῦ ἀδελφοῦ | |
| ἡμῶν βασιλέως Ἀντιόχου καὶ τῆς ἡμετέρας καὶ τῶν παιδίων {²vac.}² | |
| 15 | σωτηρίας, καὶ οἱ πρεσβευταὶ δὲ παρεκάλουν ἀκολούθως τοῖς ἐν |
| τῶι ψηφίσματι κατακεχωρισμένοις, τάς τε δὴ τιμὰς ἀποδε- | |
| [δ]έγμεθα ἡδέως καὶ τὴν τοῦ δήμου προθυμίαν ἐπαινοῦμεν | |
| [καὶ πειρασό]μεθα ἀεί τι ἀγαθὸν συνκατασκευάζειν τῆι πό- | |
| [λει· ἀπαγγελ]ο̣ῦσι δὲ περὶ τούτων καὶ οἱ πρεσβευταί. {²vac.}² | |
| 20 | θϟʹ ἔτους, Πανήμου ιʹ |
| C.21 | [βασιλεὺς Ἀντίο]χ̣ος Σαρδιανῶν τῆι βουλῆι καὶ τῶι δήμωι χα̣[ί]- |
| [ρειν· οἱ παρ’ ὑμῶν πρεσ]βευταὶ Μητροφάνης, Μητρόδωρος, Μο̣σ̣[χίων(?)] | |
| [— — — Ἀρ]τ̣εμιδ̣[ω]ρ[․․․c.9․․․]ΝΤ[— — —] | |
| — — — |