[ ]
Pamph. — Sillyon (Asar Köyü) — IGR 3.801
1 | [ἡ γ]ερουσία καὶ ὁ δῆμος ἐτ[είμη]- |
[σεν] ἱέρειαν θεῶν πάντων καὶ [ἱε]- | |
[ρο]φάντιν διὰ βίου καὶ δεκά[πρωτον] | |
Μηνοδώραν Μεγακλέους, [δημι]- | |
5 | ουργὸν καὶ γυμνασίαρχον [ἐλαί]- |
ου θέσει, θυγατέρα δημιουρ[γοῦ καὶ] | |
δεκαπρώτου καὶ γυμνασιά[ρχου] | |
ἐλαίου θέσει, ἐπιδοῦσαν ὑ[πὲρ] | |
τοῦ υἱοῦ Μεγακλέους τῇ π[ατρί]- | |
10 | δι εἰς παίδων τροφὰς ἀργυρ[ίου] |
μυρίαδας τριάκοντα, ἔτι ἐ[πιδοῦ]- | |
σαν ἔν τε τῇ ἰδίᾳ γυμνασια[ρχίᾳ] | |
καὶ τῇ τοῦ υἱοῦ δημιουργί[δι καὶ] | |
τη ἰδίᾳ δημιουργίδι καὶ τῇ [τῆς] | |
15 | θυγατρὸς γυμνασιαρχίᾳ [βου]- |
[λ]ευτῇ μὲν ἑκάστωι δηνάρια πεʹ, γε[ραιῷ] | |
δὲ ἑκάστωι (δην.) πʹ, ἐκκλησιαστ[ῇ] | |
δὲ ἑκᾶστῳ (δην.) οζʹ, γυναιξὶ δὲ το[ύ]- | |
των ἑκάστῃ (δην.) γʹ, πολείτῃ δὲ ἑ[κά]- | |
20 | στῳ (δην.) θʹ, οὐινδικταρίοις δὲ κ[αὶ] |
ἀπελευθέροις καὶ παροίκοις [ἀ]- | |
νὰ (δην.) γʹ· τόνδε ἀνδριάντα ἀν[έ]- | |
στησεν φυλὴ ιʹ Μεαλειτίδων. |