[ ]
Pamph. — Sillyon (Asar Köyü) — IGR 3.800
| 1 | [ἡ βο]υλὴ καὶ ὁ δῆμος ἐτείμησε |
| Μεγακλέα Μεγακλέους, | |
| φύσει Ἀπολλωνίου τρὶς | |
| Μεγακλέους, δημιουργὸν καὶ | |
| 5 | γυμνασίαρχον, ἐπιδόντα δι- |
| ὰ τῆς μητρὸς Μηνοδώρας ἐν | |
| τῷ ἔτει τῆς δημιουργίδος αὐ- | |
| τοῦ διανομῆς ἑκάστωι βου- | |
| λευτῇ (δην.) κʹ, γεραίωι δὲ καὶ ἐ̣[κ]- | |
| 10 | κλησιαστῆι ἀνὰ (δην.) ιηʹ, πολείτ[ῃ] |
| δὲ ἀνὰ (δην.) βʹ, ἀπ̣[ε]λευθέροις δὲ καὶ | |
| παροίκοις ἀνὰ (δην.) αʹ, ἔτι ἐπιδόντα δι- | |
| ὰ τῆς μητρὸς καὶ εἰς τροφὰς παίδων | |
| ἀργυρίου μυ(ριάδας) λʹ· ἥτις κατεσκεύασε | |
| 15 | τόν τε ναὸν καὶ τὰ ἐν τῶι ναῶι ἱε[ρὰ], |
| τά τε ἀργύρεα τρία ἀπὸ μυ(ριάδων) αʹ καὶ (δην.) [͵α], | |
| καὶ τὸ τῆς Τύχης ἱερὸν ἀκρελε- | |
| φάντινον ἐπίχρυσον σὺν τοῖς | |
| παρέργοις περὶ τὴν βάσιν κα[ὶ] | |
| 20 | τὴν ἀργύρεον τράπεζαν καὶ τὰ |
| πλινθεῖα καὶ τὰς στοὰς καὶ τὸν | |
| ἀνδριάντα, | |
| πάντα εἰς μνήμην καὶ τειμὴν | |
| τοῦ υἱοῦ αὐτῆς. |