[ ]
Pamph., E. — Kotenna (Menteşbey--Gödene) — mid-2nd c. AD
| 1 | ἐπεὶ ἱερεὺς δὶα βίου Διὸς |
| Σωτῆρος Νεοπτόλεμος | |
| Σητου Σταναμοου, ἀνὴρ | |
| εὐσχήμων καὶ ἀγαθός, | |
| 5 | πατρὸς Σητου Σταναμο- |
| ου προβούλου, ἀρχιερασάμε- | |
| νος τοῖς Σεβαστοῖς παναρέτως | |
| καὶ ἄρξας τῆς πατρίδος ἐνδό- | |
| ξως καὶ εἰρηναρχήσας κοσμί- | |
| 10 | ως, πάσας τε τὰς λειτουργίας φι- |
| λοτείμως καὶ σεμνῶς τελέσας, | |
| σώφρονά τε καὶ κόσμιον βίον | |
| ἐπανῃρημένος ἀπὸ πρώτης | |
| ἡλικίας μέχρι τοῦ δεῦρο, καὶ | |
| 15 | τὴν θρησκείαν δὲ τὴν πρὸς |
| τὸν θεὸν εὐσεβῶς καὶ φιλο[τείμως] | |
| πάντοτε θρησκεύσας, εὔλογό[ν τέ] | |
| ἐστιν τοὺς τοιούτους ἄνδρας̣ [τῆς] | |
| προσηκούσης τυνχάνειν τ[ειμῆς]· | |
| 20 | ἔδοξε Κοτεννέων τῇ βου̣[λῇ καὶ] |
| τῷ δήμῳ τετειμῆσθαι α[ὐτὸν] | |
| εἰκόνι γραπτῇ ἐν ἀσπιδίῳ [ἐπιχρύ]- | |
| σῳ καὶ ἀνδριάντι χαλκε[ίῳ, συν]- | |
| τετειμῆσθαί τε αὐτῷ καὶ ὅ[λον] | |
| 25 | τὸν οἶκον, τὸν δὲ ἀνδριάν[τα αὐ]- |
| τοῦ ἀνασταθῆναι ἐν περιβόλ[ῳ τῆς] | |
| Ἀρτέμιδος, ἢ καὶ ἐν ἑτέρῳ τό[πῳ], | |
| ἔχοντα ἐπιγραφὴν ἀντίγρ[αφον] | |
| τοῦ ψηφίσματος τούτου εἰ̣[ς τὸ δῆ]- | |
| 30 | λον εἶναι πᾶσιν αὐτοῦ τὴν ε̣[ἰς τὸν δῆ]- |
| μον φιλαγαθίαν. |