[ ]
Pamph., E. — Kotenna (Menteşbey--Gödene) — mid-2nd c. AD
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος ἐτείμησεν |
| Σταναμοαν Σητου Σταναμοου, | |
| ἄνδρα εὐσχήμονα καὶ πρῶτον | |
| τῆς πόλεως, ἐκ προγόνων {²vac.}² | |
| 5 | προβουλικῶν, ἀρχιερασάμενον τὸ β̣ʹ |
| καὶ ἄρξαντα τὸ βʹ καὶ εἰρηναρχήσαντα | |
| τὸ βʹ, κατὰ τοὺς ἁρμόζοντας καιροὺς | |
| ἐν πᾶσιν εὔχρηστον τῇ πόλει γενό- | |
| μενον· τὸν δὲ ἀνδριάντα ἀνέστη- | |
| 10 | σεν ἱερεὺς διὰ βίου Διὸς Σωτῆρος |
| Νεοπτόλεμος Σητου Σταναμοου | |
| ὁ ἀδελφὸς μνήμης χάριν. |