[ ]
Pamph., E. — Kotenna (Menteşbey--Gödene) — mid-2nd c. AD
| 1 | ἐπεὶ Κβαρουης Σητου θυγάτηρ, πατρὸς Ση- |
| του Νεοπτολέμου ἀρχιερασαμένου τοῖς | |
| Σεβαστοῖς καὶ ἄρξαντος τῆς πατρίδος δὶς | |
| καὶ ἐν ἄλλαις ὑπηρεσίαις γενομένου, μη- | |
| 5 | τρὸς δὲ Οὐετιλλίας Σταναμοου Σητου θυγατρὸς |
| σώφρονος ἱερασαμένης [θε]ῷ̣ Ἀρ̣[τέμιδι], ἐγ̣γ̣ό- | |
| νη δὲ πρὸς μητρὸς Στα[να]μοου Σητο[υ], ἀνδρὸ[ς] | |
| ἀρχιερασαμένου τοῖς Σε[β]αστοῖς καὶ ἄρξαντος | |
| τῆς πατρίδος τρὶς καὶ πρε[σ]βεύσαντος δὶς εἰς | |
| 10 | τὴν βασιλίδα Ῥώμην, ἐγγ̣[ό]νη δὲ πρὸς πατρὸς |
| Νεοπτολέμου Σητου [ἀρ]χιερασαμένου | |
| τοῖς Σεβαστοῖς καὶ ἄρξαν[τ]ος τῆς πατρίδος τε- | |
| τράκι, αὐτὴ σώφρονα καὶ κό̣σμιον βίον ἐπανῃρη- | |
| μένη, τὸ τέταρτον νῦν̣ ἱερωμένη τῇ πατρί- | |
| 15 | ῳ θεῷ Ἀρτέμιδι, ἑστιάσασα̣ καθ’ ἑκάστην ἱερωσύ- |
| νην πάντα τὸν δῆμον καὶ τοὺς παρεπιδη- | |
| μοῦντας ξένους, ἀναθήματά τε τῇ θεῷ ἱκα- | |
| νὰ ἐκ τῶν ἰδίων ἀνατεθεικυῖα· δοκεῖ διά τε | |
| τὰς τῶν προγόνων α[ὐ]τῆς καὶ τὰς ἰδίας φ[ιλο]- | |
| 20 | [τ]ειμίας τετειμῆσθαι αὐ̣τ̣ὴν εἰκόνι ἐν ἀσπιδ̣[ί]- |
| [ῳ] ἐπιχρύσῳ καὶ ἀνδριάν[τι]· συντετειμῆσθαί | |
| [τ]ε αὐτῇ καὶ ὅλον τὸν οἶ[κ]ο̣ν, τὸν δὲ ἀνδριάν- | |
| τα αὐτῆς ἀνασταθῆναι [ἐ]ν̣ τῷ περιβόλῳ τῆς | |
| [Ἀρτέμιδος]. |