[ ]
Aeol. — Kyme (Namurt Limani) — mid-3rd c. BC
| 1 | ἔδοξε τῷ δάμῳ· Ἐλπινίκῳ |
| καὶ Ἀθανοδώρῳ, τοῖς παίδεσσι | |
| τοῖς Ἁγασιστράτω, Τενεδίοισι, | |
| εὐεργέταισι ἐόντεσσι δεδόσθαι | |
| 5 | καὶ αὐτοῖσι καὶ ἐκγόνοισι |
| προξενίαν καὶ προεδρίαν καὶ | |
| ἀτέλειαν πάντων καὶ εἰσαγωγὰν | |
| καὶ ἐξαγωγὰν καὶ εἴσπλουν καὶ | |
| ἔκπλουν καὶ πολέμω καὶ εἰρήνας | |
| 10 | ἀσυλὶ καὶ ἀσπονδί· καὶ Κυμαίοις |
| ἔμμεναι καὶ αὐτοὶς καὶ τοὶς | |
| ἐκγόνοις ἐντίμοις εὐθέως κ̣αὶ γᾶ[ς] | |
| [κ]αὶ οἰκίας ἔγκτησιν καὶ δίκαις | |
| προδίκοις· καὶ ὅττι κέ τ̣ι̣ς̣ [πρίαται] | |
| 15 | [πὰρ Ἐλπινίκω καὶ Ἀθανοδ]ώ<ρ>[ω ἢ] π[ὰρ] |
| [τῶν ἐκγόνων {²κτλ.}² — — —] | |
| — — — |