[ ]
Aeol. — Kyme (Namurt Limani) — beg. 2nd c. BC
| 1 | γνώμα τᾶς βολλᾶς· ἔδοξε τῷ δάμ[ῳ]· |
| Φιλίσκῳ τ[ῷ Φ]ιληράτω Κυραναίῳ εὐεργέτᾳ | |
| ἐόντι δόμεναι καὶ αὐτῷ καὶ ἐκγόνοισι προ- | |
| ξενίαν καὶ προεδρίαν καὶ ἀτέλειαν πάντων | |
| 5 | καὶ εἰσαγωγὰν καὶ ἐξαγωγὰν καὶ εἴσπλουν |
| καὶ ἔκπλουν καὶ πολέμω καὶ εἰρήνας ἀσυλὶ | |
| καὶ ἀσπονδί· καὶ Κυμαῖον ἔμμεναι καὶ α[ὐ]- | |
| τὸν καὶ ἐκγόνοις ἐντίμοις εὐθύς· καὶ ἐᾶν, ἅ | |
| οἱ πρόσθε ἐπέδοντο, π[ρὶ]ν τἂν νόμου γενέσ- | |
| 10 | θαι, τὸν τᾶγ κοινᾶν τιμᾶν μετέχην καὶ γᾶς |
| καὶ οἰκίας ἔγκτησιν καὶ δίκαις προδίκοις· | |
| καὶ ὅττι κέ τις πρίαται παρὰ Φιλ[ίσκω τ]ῶ Φιλη- | |
| ράτω ἢ τῶν ἐκγόνων τῶμ Φιλίσκω ἢ ἀποπε- | |
| ράσσει πρὸς τούτων τινά, ἀτελέα ἔμμεναι | |
| 15 | τῶ περὶ τούτων τέλεος. τὰγ γνώμαν εἶπεν |
| Ἀριστογείτων Ἡρακλείδα, τᾷ ἐκκλησίᾳ ἐπήσ- | |
| τακε στραταγὸς Ἀριστογείτων Ἡρακλείδα, | |
| μηννὸς Τερφέος ἐνάτᾳ ἀνομένω, ἐπὶ πρυ- | |
| τάνιος Ἀριστίππω τῶ Ἀλκίππω. |