[ ]
Att. — stoich. 41 — 323/2
in epistylio: θε[οί]. | |
1 | ἐπὶ Κηφισοδώρου ἄρχοντος ἐπὶ [τῆς Πανδιονίδος πέ]- |
νπτης πρυτανείας ἧι [Εὐ]κλ[ῆς] Πυ[θοδώρου Ἀλωπεκῆθε]- | |
ν ἐγραμμάτευεν· Ποσιδεῶνο[ς] ἕκτ[ηι ἐπὶ δέκα, δευτέρ]- | |
αι καὶ εἰκοστεῖ τῆς πρυτανεία[ς· ἐκκλησία κυρία· τῶ]- | |
5 | ν προέδρων ἐπεψήφιζεν Ἐπαμε[ίνων Ἐρχιεύς(?)· ἔδοξεν] |
τῶι δήμωι· vv Εὐφίλητος Εὐφ̣ι̣[λ]ή[του Κηφισιεὺς εἶπε]- | |
ν· ἐπειδὴ Εὔφρων Ἀδέα Σικυώνιος ἀν[ὴρ διατελεῖ ἀγα]- | |
θὸς ὢν περὶ τὸν δῆμον τὸν Ἀθηναί[ων καὶ νῦν ἥκων παρ]- | |
ὰ τοῦ δήμου [τ]οῦ Σικυωνίων ἐπ[αγ]γ[έλλεται τὴν πόλιν] | |
10 | φίλην καὶ σύμμαχον [οὖσ]αν [ἀμύνειν? κατὰ τῶν πολεμ]- |
ίων τῶι δήμωι τ[ῶ]ι Ἀθηναίων [πρώ]τ[η]ν [τῶν ἐν Πελοπονν]- | |
ήσωι πόλεων· δ[ε]δό[χθαι τῶι δήμωι, ἐπαινέσαι μὲν Εὔφ]- | |
ρονα Ἀδέα Σικυώνιον ἀρ[ε]τῆ[ς] ἕ[ν]εκα [καὶ εὐνοίας τῆς] | |
εἰς τὸν δῆμον τὸν Ἀθηναίων [καὶ τοὺς ἄλλους συμμάχ]- | |
15 | ους καὶ εἶναι αὐτῶι κυρίας τὰ[ς δωρεὰς τὰς πρότερο]- |
ν δεδομένας παρὰ τοῦ δήμου τ[οῦ Ἀθηναίων αὐτῶι· ὅπω]- | |
ς δ’ ἂν πάντες εἰδῶσι ὅτι ὁ δῆμος [ὁ Ἀθηναίων ἀποδίδω]- | |
σι χάριτας τοῖς εὐεργέτ[αις ἀξίας τῶν εὐεργετημά]- | |
των ὧν ἂν εὐεργετήσει [ἕκαστος τὸν δῆμον, εἶναι Ἀθη]- | |
20 | ναῖον αὐτὸν καὶ ἐγγόνους [καὶ εἶναι αὐτῶι γράψασθ]- |
αι φυλῆς καὶ δήμου καὶ φρατρίας, ἧς ἂν [βούληται καὶ] | |
ὧν οἱ νόμοι κελεύουσιν· [καὶ ἐπαινέσαι τὸν δῆμον τὸ]- | |
ν Σικυωνίων [ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς εἰς τὸν δ]- | |
ῆμον τὸν Ἀθηναίων καὶ στεφανῶσαι χ[ρυσῶι στεφάνω]- | |
25 | ι ἀπὸ ∶Χ∶ δραχμῶν καὶ ἀνειπεῖν α[ὐτ]ὸν [Διονυσίων μεγά]- |
λων τῶι ἀγῶνι. ἀναγράψαι δὲ τὸ ψήφισμ[α ἐν στήλαις λ]- | |
ιθίναις καὶ στῆσαι τὴν μὲν μίαν παρὰ [τὸν Δία, τὴν δὲ] | |
ἑτέραν ἐν ἀ[κροπόλει παρὰ τὸν νεὼ τῆς Πολιάδος, εἰς] | |
δὲ τὴν ἀναγραφὴν [τῶν στηλῶν δοῦναι τὸν ταμίαν τοῦ] | |
30 | δήμου ∶𐅄∶ ἐκ τῶν κατὰ ψηφίσματα ἀναλι[σκομένων τῶι δ]- |
ήμωι. τάδε Πανφίλου τοῦ Εὐφ[ι]λήτου· [δοῦναι δὲ τὴν ψῆ]- | |
φον τῶι δήμωι περὶ τῆς πολιτε[ίας τοὺς πρυτάνεις τ]- | |
ῆς Πανδιονίδος ε[ἰ]ς τὴν πρώτην ἐκκλη[σίαν κατὰ τὸν] | |
νόμον. | |
35 | ἐπὶ Ἀρχίππου ἄρχοντος ἐπὶ τῆς Ἀκ̣[αμαντίδος τετάρ]- |
της πρυτανείας ἧι Θέρσιππος Ἱππο[θέρσους Ἀχαρνε]- | |
ὺς ἐγραμμάτευε· Μαιμακτηριῶνος [ἕνει καὶ νέαι, πέν]- | |
πτει καὶ τριακοστεῖ τῆς πρυτανεία[ς· τῶν προέδρων] | |
ἐπεψήφισζε Γνωσί[ας Ἁλ]αιεὺ[ς καὶ συμπρόεδροι· Ἁγν]- | |
40 | ωνίδης Νικοξένου Περγ[ασῆθεν εἶπεν· ἐπειδὴ Εὔφρω]- |
ν ὁ Ἀ[δ]έα τοῦ Σικυωνίου [πρότερον ἐν παντὶ καιρῶι ἀν]- | |
ὴρ ἀγαθὸς ὢν διετέλει περὶ τὸν δῆμον [τὸν Ἀθηναίων] | |
καὶ αὐτὸς καὶ οἱ πρόγονοι αὐτοῦ [καὶ ἐπὶ τοῦ πολέμο]- | |
υ τοῦ Ἑλληνικοῦ, ὃν ἐ[ν]ε̣[στήσατο ὁ δῆμος ὁ Ἀθηναίων ὑ]- | |
45 | πὲρ τῶν Ἑλλήνων, κατελθὼν Εὔφρων [ἐκ τῆς φυγῆς τήν τ]- |
ε φρουρὰν ἐξέβαλε ἐκ τῆς ἀκρο[πόλεως ἑκόντων τῶν Σ]- | |
ικυωνίων καὶ τὴν πόλιν ἐλευθ[ερώσας φίλην καὶ σύμ]- | |
μαχον ἐπόησε τῶι δήμωι τῶι Ἀ[θηναίων πρώτην τῶν ἐν] | |
Πελοποννήσωι πόλεων καὶ ὅσον μὲν [χρ]ό[νο]ν [ἐπολέμε]- | |
50 | ι ὁ δῆμος, συνέπραττε τῶι δήμωι καὶ [συνεβοήθει στρ]- |
ατιώταις καὶ τοῖς ἄλλοις πᾶσι τοῖς κατὰ [τὸν πόλεμ]- | |
ον, ἐπειδὴ δὲ συνέβη τῆι Ἑλλάδι ἀτυχη[σ]ά[σηι φρουρ]- | |
ὰς εἰσπέμπεσθαι εἰς τὰς πόλεις τὰ[ς] ἐγ[β]α[λούσας, πρ]- | |
οείλετο τελευτῆσαι ὑπὸ τῶν ἐναντίων ἀγ[ωνιζόμεν]- | |
55 | ος ὑπὲρ τῆς δημοκρατίας ὥστε μήτε τὴν ἑαυ[τοῦ πατρ]- |
ίδα μήτε τὴν ἄλλην Ἑλλαδα ἰδεῖν δουλεύουσαν, [καὶ τι]- | |
μήσαντος αὐτὸν τοῦ δήμου τοῦ Ἀθηναίων πολι[τείαι] | |
καὶ ταῖς ἄλλαις τιμαῖς αἷς προσήκει τοὺς εὐε[ργέτα]- | |
ς καὶ αὐτὸν καὶ ἐγγόνους διά τε τὴν αὐτοῦ ἀρε[τὴν καὶ] | |
60 | διὰ τὰς τῶν προγόνων εὐεργεσίας, ἀφείλοντο [αὐτὸν] |
τὰς δωρεὰς οἱ ἐν τεῖ ὀλιαρχίαι πολιτευόμεν[οι καὶ] | |
τὰς στήλας καθεῖλον· νῦν δὲ ἐπειδὴ ὅ τε δῆμος [κατελ]- | |
ήλυθε καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν ἀ[πείλη]- | |
φε, ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, εἶναι τὰ[ς δωρε]- | |
65 | ὰς κυρίας Εὔφρονι πάσας, αἷς ἐτίμησεν αὐτὸν ὁ [δῆμο]- |
ς ὁ Ἀθηναίων, καὶ αὐτῶι καὶ ἐγγόνοις, καὶ τὰς σ[τήλας] | |
τὰς καθαιρεθείσας, ἐν αἷς αἱ δωρεαὶ ἦσαν γεγ[ραμμέν]- | |
αι καὶ τὸ ψήφισμα, ἀναγράψαι καὶ ἀναθεῖναι τ[ὸν γρα]- | |
μμ̣ατέ<α> τῆς βουλῆς τὴμ μὲν ἐν ἀκροπόλει τὴν δὲ πα[ρὰ τ]- | |
70 | ὸν Δία τὸν Σωτῆρα καθάπερ ὁ δῆμος ἐψηφίσατο [πρότε]- |
ρ̣ον, προσαναγράψαι δὲ καὶ τόδε τὸ ψήφισμα ἐν ἀ[μφοτ]- | |
έραις ταῖς στήλαις, συνεπιμεληθῆναι δὲ τῆς ἀν[αγρ]- | |
αφῆς τοὺς φίλους καὶ τοὺς οἰκείους τοὺς Εὔφρο[νος]· | |
ἐπιμελεῖσθαι δὲ καὶ τῶν ἐγγόνων τῶν Εὔφρονος [τὴν] | |
75 | βουλὴν τὴν ἀεὶ βουλεύουσαν καὶ τοὺς στρατηγο[ὺς κα]- |
αὶ εἶναι αὐτοῖς πρόσοδον πρός τε τὴν βουλὴν [καὶ τὸ]- | |
ν δῆμον πρώτοις μετὰ τὰ ἱερά· καὶ νῦν δὲ κ[αθότι ἐπιμ]- | |
έλειαν ἔσχηκεν ὁ δῆμος τοῦ παιδίου τοῦ Εὔφρον[ος κ]- | |
αὶ ψήφισμα ἐψηφίσατο καὶ πρέσβεις ἀπέστει[λε πρὸ]- | |
80 | ς τὸν δῆμον τὸν Σικυωνίων καὶ τὸ λοιπὸν ἐ[πιμελήσε]- |
ται, ἐάν του δέωνται, ὅπως ἂν εἰδῶσι πάντες, [ὅτι ὁ δῆμ]- | |
ος ὁ Ἀθηναίων, ἐάν τις εὖ π̣οήσει αὐτὸν οὐ μόνον αὐτ[ο]- | |
ὺς τοὺς ποήσαντας ἀλλὰ καὶ τοὺς τῶν εὐεργετῶν παῖ- | |
δας οἴεται δεῖν τιμᾶν καὶ μεμνῆσθαι ὧν ἂν εὖ πάθηι, | |
85 | εἰς δὲ τὴν ἀναγραφὴν τῶν στήλων δοῦναι τὸν ταμίαν |
τοῦ δήμου ∶𐅄∶ δρ<α>χμὰς ἐκ τῶν κατὰ ψηφίσματα ἀναλισκομ- | |
ένων τῶι δήμωι. | |
87a | in corona: in corona: in corona: |
88 | ἡ βουλή ὁ δῆμος ἡ βουλή |