Honorary decree of demos (of Magnesia Mai.) for (no name)
for contribution towards building of theater, on base; IIb; found
at Magnesia Mai.: Hiller, MDAI(A) 19, 1894, 8, no. 1; *IMagnesia
92.a; **Holleaux, REA 5, 1903, 219-220 (ll. 1-4).
[ ]
IMagn 92a
1 | [․․․․․․․․c.21․․․․․․․․․ τ]ῆς πόλ[εως·] στῆσαι δὲ αὐ[τοῦ ἐικόνας δύο χαλκᾶς, τὴμ] |
[μὲν μίαν ἐν τῆι ἀγορᾶι, τὴν] δὲ ἑτέραν ἐν τῶι θεάτρωι, τὸ δὲ ἀ[νά]λωμ̣[α τὸ εἰς τὴν ποί]- | |
[ησιν τούτων καθὰ καὶ] τ̣ῆς προεψηφισμ̣ένης εἰκόνος Ἀπολλοφάν[ει καὶ τὴν] | |
[ἀναγραφὴν τῶν ψηφι]σ̣μάτων ὑπηρετῆσαι τὸν ἀποδειχθησόμενον ἄν[δρα ἐπὶ] | |
5 | [τῆς κατασκευῆς τ]οῦ θεάτρου ἐκ τῶμ προσόδων τῶν ἐψηφισμένων εἰς τὴ̣[ν κατα]- |
[σκευὴν τοῦ θεά]τρου, εἰσκηρύσσεσθαι δὲ αὐτὸγ καὶ εἰς προεδρίαν μετὰ [τῶν ἄλ]- | |
[λων εὐεργετ]ῶν ἐν τοῖς ἀγῶσιν οὓς ἂν ὁ δῆμος συντελῆι, ἵνα πάντε[ς εἰδῶ]- | |
[σιν ὡς ὁ δῆμ]ο̣ς εὐχάριστος ὢν τοῖς καλοῖς καὶ ἀγαθοῖς τῶν ἀνδρῶν κ[αὶ αὐ]- | |
[τὸν εὐεργ]ετοῦσιν καταξίας χάριτας ἀποδίδωσιν τῶν εὐεργεσιῶν· τοὺς [δὲ προ]- | |
10 | [έδρους π]οιῆσαι ψηφοφορίαν κατὰ τὸν νόμον καὶ πάντων συντελεσθέντων, ὧ[ν ὁ] |
[νόμος] συντάσσει, κύρια εἶναι τὰ ἐψηφισμένα· ἀναγραφῆναι δὲ καὶ τόδε τὸ ψήφ[ισμα] | |
[ἐς στή]λην λιθίνην καὶ στῆσαι παρὰ τὴν εἰκόνα τὴν ἐν τῆι ἀγορᾶι καὶ εἰς τὸ βῆμα | |
[τῆς εἰκ]όνος τῆς ἐν τῶι θεάτρωι· λελύσθαι δὲ καὶ εἴ τι ψήφισμα ἐναντίον ἐστὶ | |
[τῶιδε τ]ῶι ψηφίσματι κατ’ αὐτὸ τοῦτο καθ’ ὅ ἐστιν ἐναντίον. τῶμ προέδρωμ̣ [ποι]- | |
15 | [ησάντ]ων τὴμ ψηφοφορίαν κατὰ τὸν νόμον ψῆφοι ἐπηνέχθησαν τετρα[κισχί]- |
[λιαι ἑξ]ακόσιαι ἑβδομήκοντα ὀκτώ. |