Honorary decree of [boule and] demos of Magnesia (Mai.) for
[ ... ] Euktemonos of Abdera, giving him proxeny; III1; found at
Magnesia Mai.: *IMagnesia 11 + p. 295; **Wilhelm, JÖAI 8, 1905,
5 (l. 1).
[ ]
IMagn 11 + p. 295
| 1 | [ἐπὶ Ἄλκιος σ]τεφανηφοροῦντος μηνὸς Σμισιῶν̣ος |
| [․c.5․ καὶ δεκ]άτηι, φυλὴ προήδρευεν Ἀφροδισιάς, προ̣- | |
| [έδρων ἐπεστά]τ̣ει Ἀρτεμίδωρος Πρωτεσίλα, ἐ- | |
| [γραμμάτευε Πα]γ̣κ̣ρατίδης Ἀλκίνου, ἐκκλησίας̣ | |
| 5 | [κυρίας γενομένη]ς ὑπὲρ ἑξακοσίων· ἔδοξε̣[ν] |
| [τῆι βουλῆι καὶ τῶι] δ̣ήμωι· Διονύσιος Ἴκα ε̣ἶπεν· | |
| [ἐπειδὴ ․․․c.10․․․] Εὐκτήμονος Ἀβδηρίτης | |
| [εὔνους κ]αὶ πρόθυμος ὢν διατελεῖ καὶ | |
| [κοινῆι τῶι δήμ]ωι καὶ ἰδίαι τ[ῶ]ν πολιτῶν τοῖς ἐντυγ- | |
| 10 | [χάνουσι χρείας] π̣αρέχετ̣α̣ι̣ πάντα ποιῶν τὰ δίκαια |
| [․․c.8․․․ δεδό]χθαι τῶι δήμωι, ἐπαινέσαι μὲν | |
| [․․c.8․․․ ἀρετῆ]ς ἕνεκα καὶ εὐνοίας ἧς ἔχων δια[τελ]εῖ̣ | |
| [πρὸς τὸν δῆμον τὸν] Μαγνήτων καὶ δεδόσθαι αὐτῶι πρ̣ο̣- | |
| [ξενίαν καὶ πολιτεία]ν̣ καὶ ἔγκτησιν καὶ προεδρίαν ἐν ἅπασ[ιν] | |
| 15 | [τοῖς ἀγῶσιν καὶ ἀτέ]λ̣ειαν πάντων ὧν ἂν εἰς τὸν ἴδιο[ν] |
| [οἶκον εἰσάγηται ἢ] ἐξάγηται ἢ διάγηται καὶ ἐμ πολέ- | |
| [μωι καὶ ἐν εἰρήνηι ἀ]συλεὶ καὶ ἀσπονδεί, καὶ ἔστω̣ | |
| [αὐτῶι ἐμ πρυτανεί]ωι σίτησις, καὶ ἔφοδον ἐπὶ τὴμ | |
| [βουλὴν καὶ τὰς ἀρχὰς] πάσ̣α̣ς̣ καὶ τὸ[ν] δ̣ῆμον πρώ- | |
| 20 | τωι μετὰ τὰ ἱερά, καὶ με]τέχειν δ̣ὲ̣ α̣ὐ̣[τὸν τῶν ἱ]ερῶν |
| [ὧν καὶ οἱ λοιπ]οὶ [Μάγνητες μετέχο]υ̣σι[ν.] |