Honorary decree of boule and demos of Magnesia (Mai.) for
Maussolos Plou of Gerdina, giving him proxeny; III1; found at
Magnesia Mai.: *IMagnesia 4 (PH, part).
[ ]
IMagn 4
| 1 | Μαυσσώλωι Πλοῦ ἐκ Γερδίνων. |
| θεοί. | |
| ἐπὶ Ἀντιδάμαντος πρυτανεύ- | |
| οντος μηνὸς Κουρηιῶνος δευτέ- | |
| 5 | ρ[η]ι ἱσταμένου· Ἀπολλωνιὰς φυ- |
| λὴ προ[ή]δρευεν· προέδρων ἐπε- | |
| στάτε[ι Σ]άτυρος | |
| ἐγραμμάτευεν Ἀπολλόδωρος | |
| Κάρνωπος· ἔδοξεν τῆι βουλῆι καὶ | |
| 10 | τῶι δήμωι, ἐκκλησίας κυρίας γενο- |
| μένης ὑπὲρ ἑχξακοσίων, Θράσων | |
| εἶπεν· ἐπειδὴ Μαύσσωλος | |
| Πλοῦ ἐκ Γερδίνων εὔνους καὶ πρό- | |
| θυμός ἐστιν περὶ τὸν δῆμον τὸμ | |
| 15 | Μαγνήτων καὶ κοινῆι καὶ ἰδίαι |
| τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν | |
| χρήσιμος ὢν διατελεῖ, δεδόσθαι | |
| αὐτῶι προξενίαγ καὶ πολιτείαγ | |
| καὶ ἔγκ̣τ̣η̣σ̣ι̣γ καὶ ἀτέλειαν πάν- | |
| 20 | τωγ καθότι καὶ τοῖς ἄλλοις προξέ- |
| νοις καὶ εἰσαγωγὴγ καὶ ἐξαγωγὴγ | |
| καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι | |
| ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ προεδρίαν | |
| ἐν τοῖς ἀγῶσιγ καὶ ἔφοδον ἐπὶ τὰς | |
| 25 | ἀρχὰς [κ]αὶ τὸν δῆμον πρώτωι μετὰ |
| τὰ ἱερά, ἐπικληρῶσαι δὲ αὐτὸγ καὶ | |
| εἰς φυλὴν [ἣ]ν ἂν αὐτὸς βούλητ[αι·] | |
| ταῦτα δὲ εἶναι αὐτῶι καὶ ἐκγόνοις. |