Honorary decree of boule and demos (of Larbenoi) for foreign judges Philokrates Dionysiou et al. from Magnesia (Mai.) and for Magnesia (Mai.); II2; found at Magnesia Mai.: *IMagnesia 101, ll. 1-62; **Wilhelm, JÖAI 4, 1901 Beibl. 33 (ll. 42, 45); **Holleaux, REA 3, 1901, 129 (l. 46).  
[ ] IMagn 101.1-62
1.1 τὸν
δῆ-
μον.
2.1 Φιλο-
κράτην
Διονυ-
σίου.
5
3.1 Σωκρά-
την
Ἀρκε-
σίλου.
5
4.1 [Ἀρι]-
σταγ[ό]-
ραν Νεύ-
μωνος.
5
5.1 [Μό]-
[σχον]
Ζη̣ν̣[ο]-
δότου.
5
[ἐ]πὶ Ἀριστοκράτου τοῦ Ἀριστοκράτου τοῦ Ἀρτεμιδώρου Ἡραιῶνος δευ[τέραι]
[π]α̣ρ̣ὰ Λαρβηνῶν ὑπὲρ τιμῶν τῶι τε δήμωι καὶ τοῖς δικασταῖς καὶ τῶι γρ<α>μμ̣[ατεῖ.]
[ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἀρχόντων γνώμη· ἐπεὶ οἱ ἀπ̣[ο]-
[σ]ταλέντες ὑπὸ τοῦ δήμου τοῦ Μαγνήτων τῶν πρὸς τῶι Μαιάνδρ[ωι]
μ̣ετάπεμπτοι δικασταὶ Φιλοκράτης Διονυσίου, Σωκράτης Ἀρκ[ε]-
10 [σ]λου, Ἀρισταγόρας Νεύμωνος καὶ ὁ γραμματεὺς αὐτῶν Μόσχος Ζη-
νοδότου τῶν δικῶν ἃς μὲν ἐδίκασαν ἀξίως τοῦ τε ἀποστείλαν-
τος καὶ τοῦ ἡμετέρου δήμου ποιούμενοι τάς κρίσ̣εις ἀπὸ τοῦ δικαί-
ου, τινὰς δὲ καὶ συνέλυσαν ἀπὸ παντὸς τοῦ βελτίστου εἰς ὁμόνοι-
αν ἀποκαθιστάντες τὸ πολίτευμα, ἐποιήσαν[τ]ο δὲ καὶ τὴν παρε-
15 πιδημίαν καλὴν καὶ εὐσχήμονα καὶ ἀξίαν ἀμφοτέρων τῶν πόλεων·
ὅπως οὖν καὶ ὁ δῆμος ἡμῶν φαίνηται τιμῶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ
ἀρετῆι διαφέροντας, δεδόχθαι τῆι βουλῆι καὶ τ[ῶ]ι δήμωι· ἐπῃνῆσθαι
τὸν δῆμον τὸν Μαγνήτων καὶ στεφανοῦσθαι χρυσέωι στεφάνωι ἐν το̣ῖς
συντελουμένοις γυμνικοῖς ἀγῶσιν, ὅτι ὑπάρχων φίλος καὶ εὔνους καὶ
20 συγγενὴς τοῦ ἡμετέρου δήμου ἀπέστειλεν ἄνδρας καλοὺς καὶ ἀγα-
θο[ὺς] κ̣αὶ <ἀ>ξίους ἀμφοτέρων τῶν πόλεων, καλεῖσθαι δὲ αὐτὸν καὶ εἰς πρ[ο]-
εδ[ρ]ία[ν], στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ὡς καλλίστην ἐν τῶι ἐπι̣[φα]-
νεστ̣άτ̣ωι τόπωι τῆς πόλεως, ἐφ’ ἧς κ̣αὶ ἐπιγραφῆναι τὴν αὐ[τ]ὴν ἐπιγ[ρα]φ̣ὴν
τῆ[ι ἀν]αγγελίαι, ἐπῃνῆσθαι{σθαι} δὲ καὶ τοὺς δικαστὰς̣ [Φιλοκρ]ά̣[τ]ην, Σω-
25 κρά[τ]ην, Ἀρισταγόραν καὶ τὸν γραμματέα αὐτῶν̣ [Μόσ]χον ἀρετῆς ἕνε̣-
κεν [κ]αὶ δικαιοσύνης καὶ στεφανοῦσθαι ἕκαστ̣[ο]ν αὐτῶν χρυσέωι
[στε]φ̣άνῳ, εἶναι δὲ αὐτοὺς καὶ εὐεργέτας τοῦ δή̣μου, ὑπάρχειν δὲ αὐ-
[τοῖς] καὶ πολιτείαν ἐφ’ ἴσῃ καὶ ὁμοίαι καὶ αὐτο[ῖ]ς καὶ ἐκγόνοις καὶ ἀτέλει-
[αν π]άντων καὶ εἰσάγουσιν καὶ ἐξάγου[σ]ι̣[ν] καὶ τῶν ἄλλων πάντων
30 [με]τ̣ουσίαν, ὧν καὶ τοῖς ἄλλοις πολίτ̣αις μέ<τε>στιν, καὶ ἔφοδον ἐπὶ
[τὴ]ν̣ βουλὴν καὶ τὸν δῆμον πρώτοις̣ μετὰ τὰ ἱερά, εἶναι δὲ αὐτοῖς
[καὶ προεδ]ρ̣ίαν καὶ σίτησιν ἐμ πρυτ[α]ν̣είωι, ὑπάρχειν δὲ καὶ τοῖς ἐκ-
[γόνοις αὐτῶν] τὰ αὐτὰ τίμια· τῆς δὲ [π]ροεδρίας καὶ τῆς ἀναγορεύ-
[σεως τῶν στεφ]ά̣νων ἐπιμελείσθω̣ ἀ̣εὶ ὁ αἱρούμενος γραμματεὺς
35 [ἐν τοῖς ὑφ’ ἡμῶν? σ]υ̣ν̣τ̣ε̣λουμένοι̣ς̣ [γ]υμνικοῖς ἀγῶσιν, ἀναγορευέτω
[δὲ ὅτι "ὁ δῆμος καλεῖ εἰς π]ροεδρία[ν] τ̣ὸν δῆμον τὸν Μαγνήτων καὶ στ[ε]-
[φανοῖ αὐτὸν χρυσέωι στεφ]άνω<ι> ἀρετῆς ἕνεκεν καὶ ἐπιμελείας ἣν ἐποιήσαντο
[μετὰ πάσης σπουδ]ῆς περὶ τὴν ἐ<ξ>αποστολὴν τῶν τε δικαστῶν καὶ τοῦ
[γραμματέως·" ὁμοίως δὲ καλείσθωσαν [ε]ἰς προεδρίαν οἵ τε δικασταὶ
40 [Φιλοκράτης Διο]νυ̣[σίο]υ, Σωκράτης Ἀρκεσίλου, Ἀρισταγόρας Νεύμω-
[νος καὶ ὁ γραμμα]τεὺ̣ς Μ[ό]σχ[ος] Ζ̣ηνοδότου καὶ στεφανούσθω ἕκαστος
[αὐτῶν χρυσέω]ι στεφάνωι ἀρε[τ]ῆ̣ς ἕνεκεν καὶ δικαιοσύνης, στῆσ<α>ι δὲ̣
[αὐτῶν ἑκάστ]ο̣υ καὶ εἰκόνα χαλκ[ῆ]ν, ἐπιγραφῆναι δὲ ἐφ’ ἑκάσ[τ]ης τοὔ[νο]-
[μα πατρό]θεν καὶ ὅτ[ι] ὁ δῆμος ἐτ̣ίμησεν δικάσαντα ἴσω̣ς καὶ δ̣[ι]-
45 [καίως, ἐπὶ δ]ὲ τῆς τοῦ γραμματέω[ς], ὅ̣τι ὁ δῆμος ἐ[τί]μησεν γρ̣α̣μμα-
[τεύσαντα] ἴσως καὶ δικαίως· τὸ δὲ ἐσόμ̣ενον εἰς [τ]α[ῦτ]α̣ ἀ[ν][λ]ωμα
[δότωσαν] ο̣ἱ ἄρχοντες ἀφ’ ὧν ἂν ὁ δῆμος ἀποτάξῃ πό[ρ]ω[ν, καλέ]σαι δὲ
[αὐτοὺς κα]ὶ ἐπὶ τὴν κοινὴν ἑστίαν, πέμψαι δὲ αὐτῶν ἑκάστωι κα[ὶ] ξ̣έ̣-
[νιον τὸ ἑκ τ]οῦ νόμου πενταπλοῦν· ἵνα δὲ καὶ τοῖς ἐπιγινομ[έ]νοις [δ]ι[α]-
50 [μένηι ὑπ]όμνημα τῆς τε τῶν ἀνδρῶν ἀρετῆς καὶ τῆς του ἡμ̣ε̣τ̣έ̣-
[ρου δήμ]ου εὐχαριστίας, ἀναγράψαι τόδε τὸ ψήφι̣σ̣μα εἰς στήλη̣ν̣
[λευκοῦ] λίθου καὶ στῆσαι ἐν τῶι τοῦ Διὸς ἱερῶι, ἑλέσθαι δὲ [καὶ]
[πρεσβευ]τήν, ὃς ἀφικόμενος πρὸς Μάγνητας φίλους ὄντας [καὶ]
[εὔνους καὶ] συγγενεῖς τοῦ δήμου τό τε ψήφισμα ἀποδώσει καὶ ἐπελ-
55 [θὼν ἐπ]ὶ τὸν δῆμον ἐμφανιεῖ τήν τε τῶν ἀνδρῶν ἀρετὴν καὶ δικ[α]ι-
[οσύν]ην καὶ παρακαλέσει αὐτοὺς ἀποδέξασθαι τὰ ἐ[ψ]ηφισμένα τ̣ί̣-
[μια κ]αὶ προνοιῆσαι ὅπως ἀναγορεύωντ̣αι κ[α]ὶ παρ’ αὐτοῖς αἱ τιμ̣[αὶ]
[τοῦ] τε δήμου καὶ τῶν δικαστῶν καὶ τοῦ γραμματ̣έ̣ως ἐν τοῖς τιθ̣[ε]-
[μέν]οις ὑπ’ αὐτῶν ἀγῶσιν, ἀναγραφῇ δὲ τόδε τὸ ψήφισμα καὶ εἰς στήλην
60 [λευ]κοῦ λίθου καὶ ἀνατεθῇ ἐν τῶι ἐπιφανεστάτωι τόπωι τῆς ἀγορᾶς, πρ[ο]-
[νοιῆ]σαι δὲ καὶ τῆς ἀνακομιδῆς αὐτῶν ὅπ̣ω[ς] ἀνακο[μ]ισθῶ̣σιν εἰς τὴν
63 [ἰδία]ν με̣τὰ ἁπάσης ἀσφαλείας.  ᾑρέθη πρεσβευτὴς Μηνογένης Ζήν̣ω̣ν̣ος.
Search Help
Contact Us