Decree of [Megalopolis (Arkadia)] accepting invitation of
Magnesia Mai. to Leukophryena and honoring theoroi from Magnesia
Mai., with subscribed list of Arcadian cities, voting likewise;
IIIe/II; found at Magnesia Mai.: *IMagnesia 38; Syll2 258;
**Wilhelm, JÖAI 4, 1901 Beibl. 25 (l. 8); **Syll3 559 (ll. 10,
13, 23, 25, 45); Laqueur, Epigr. Untersuch. 33 (non vidi); **SEG
4, 499 (l. 1); Maier, Mauerbauinschr. I no. 34 (PH) (non vidi);
SEG 19, 662.
[ ]
IMagn 38
| 1 | πρεσβευτᾶν καὶ θεα̣[ρῶν π]α̣[ρ]α̣γεγο[νότων] π[αρὰ τᾶς πόλιος?] |
| τῶμ Μαγνήτων τῶν ἐπὶ Μαιάνδρου, Φιλίσκ[ωι τῶι Πυθα]- | |
| γόρωι, Κόνωνος τῶι Διονυσίωι, Λαμπέτωι τῶ[ι Πυθαγό]- | |
| ραι καὶ ἀποδόντων τὸ ψάφισμα, ἰν οἷ κατακεχ[ώριστο] | |
| 5 | ὁ χρησμὸς ὁ γεγονὼς ὑπὸ τοῖ Ἀπόλλωνι τοῖ ἰν Δε[λφοῖς,] |
| λώϊον ἶμεν καὶ ἄμεινον τοῖς σεβομένοις Ἄρτεμιν | |
| Λευκοφρυηνὰν καὶ τὰν πόλιν καὶ τὰν χώραν ἱερὰν καὶ | |
| ἄσυλον νομίζοσιν καὶ περὶ τῶν λοιπῶν πάν<τω>ν δια- | |
| λεχθέσσι, καθὰ εἶχον τὰς ἰντολὰς παρὰ τᾶι ἰδίαι πό- | |
| 10 | λι <κ>αὶ ἁρμοζόντ<ω>ς τοῖς ἰν τοῖ{ς} ψαφίσματι γεγραμ- |
| μένοις, ἰνιφάνιζον δὲ καὶ τὰν τᾶς θεᾶς ἐπιφάνειαν | |
| καὶ τὰν γεγ̣ονῶσαν ὑπὸ τοῖς προγόνοις ἰν̣ τοὶς Ἕλλα- | |
| νας εὐχρηστία<ν> καὶ παρακαλέντω<ν> ὡς ἀποδέχη- | |
| ται ἁ πόλις τὰν πανάγυριν καὶ ἐκεχειρίαν καὶ τὸν ἀγῶ- | |
| 15 | να στεφανίταν ἰσοπύθι[ο]ν τόν τε μου[σικ]ὸν καὶ γυμνι- |
| κὸν καὶ ἱππικόν, τὸν τιθεῖ τᾶι Ἀρ̣τέμιδι τᾶι Λευκοφρυηνᾶι | |
| ὁ δᾶμος τῶμ Μαγνήτων, καὶ τὰν πόλιν καὶ τὰν χώραν | |
| αὐτῶν ἱερὰν καὶ ἄσυλον εἶναι, τᾶι δὲ πόλι τᾶι ἁμετέραι | |
| πάτριόν ἐστιν μάλιστα μὲν τὰς τᾶν θεᾶν τιμὰς συν[α]ύ- | |
| 20 | ξειν, ἔπειτα δὲ καὶ τοὺς συγγενέας καὶ φίλος ἀντευερ- |
| γετῆν ἰν τὸ ἀπροφασίστος φαίνεσθαι εἶναι φίλος πρὸς | |
| πάντας τὸς καὶ ἁμὲ ἐαρημένος, τῶν δὲ Μαγνήτων τῶν | |
| ἀπὸ Μαιάνδροι ἐκ παλαιῶν μὲν χρόνω<ν> ἐχόντ<ων> εὐνόως | |
| πρὸς ἄμμε, συμφανὲς δὲ ποιησάντων τὰν ἔχοιεν ἐκτέ- | |
| 25 | νειαν καὶ αἵρεσιν, ἁνάκα παρεγέν<ον>το πὸς αὐτὸς πρεσβεύ- |
| οντες Πρόξενος, Ἆγις, Ἀριστοπάμων· εὐνόως τε γὰρ ποσ[ε]- | |
| δέξαντο οἱ Μάγνητες καὶ ἔδωκαν ἰν τὸν τειχισμὸν τᾶς | |
| πόλιος Δαρεεικὸς τριακοσίος, τὸς ἐκόμισεν Ἀγαμήσ- | |
| τωρ, διὸ ἁ πόλις μεμναμένα τᾶς τε συγγενείας καὶ | |
| 30 | φιλίας καὶ πάντων τῶν γεγονότων εὐγνωμό- |
| νων ὑπὸ τᾶι πόλι τᾶι Μαγνήτων ἀποδέχεται τὰ[ς] | |
| θυσίας τᾶς Ἀρτέμιδος τᾶς Λευκοφρυηνᾶς καὶ τὰν ἐκε- | |
| χηρίαν καὶ τὸς ἀγῶνας στεφανίτας ἰσοπυθίος τόν τε | |
| μουσικὸν καὶ γυμνικὸν καὶ ἱππικόν, τὸν ποίενσι οἱ Μά- | |
| 35 | γνητες, δικαίαν ἀποδιδόντες χάριν τᾶι εὐεργέτιδι καὶ |
| καθαγεμόνι τᾶς πόλιος, καὶ τὰν πόλιν καὶ τὰν χώραν | |
| εἶναι αὐτῶν ἰεράν, καθὼς ὁ θεὸς ἔχρησεν καὶ ἀξίοσι[ν] | |
| οἱ παραγεγονότες πρεσβευταὶ καὶ θεωροί· τοῖς θεωροῖς | |
| τοῖς ἐπαγγέλλοσι τὰν θυσίαν καὶ ἐκεχηρίαν τᾶς Ἀρτέ- | |
| 40 | μιδος τᾶς Λευκοφρυηνᾶς δότω Σθενόλας ὁ ταμίας |
| [․․․․․․․․c.20․․․․․․․․] σ̣υμφόροις ἰνίσ[τιον,] καὶ τὰ | |
| [ἰν τοῖς ν]όμο[ις γεγρα]μ̣μένα ἦν δίδοσθαι, τὰ ἴσα γρα- | |
| [ψάτω ἰν τ]ὰν θεωρίαν, ἰν δὲ τὸ λοιπὸν τί δεῖ δίδοσθαι | |
| ταινὶ τᾶι θεαρίαι ἰνίσ[τ]ιον̣ ἐ̣ν̣εκέχειρον, | |
| 45 | οἱ νομογράφοι οἱ ἰν τᾶι ἐπὶ Λυκίν[ωι] ἐτείαι γράψαν- |
| τες ἐπιδειξάντων τᾶι πόλει, ὡς οἱ πολῖται βωλεύ- | |
| σανται περὶ τοινί· χωρασάντων δὲ οἱ νομογράφοι | |
| ἰν τὸις νόμος καὶ ταννὺν τὰ[ν ἐ]κ̣εχειρίαν, καὶ τὸς | |
| ἀγῶνας τοσνὺν γραψάντων πὸς τ̣ὸς ἄλλος | |
| 50 | στεφανίτας, ὡς συμφανὲς γίνητα[ι τ]οῖς Μάγνη- |
| σιν, ὅτι ἁ πόλις τάς τε τῶν θεῶν θυσίας̣ συναύξει | |
| καὶ τὰ ὑπὸ τοῖς συγγενέσι καὶ φίλοις καὶ [εὐ]νοίοις | |
| ἀξιωμένα ὑπακούει· θεαροδόκος κατεστάθη | |
| Νικήρατος Ἀρκεσίλου· ἐδόθη τοῖς θεαροῖς ἐπὶ | |
| 55 | τὰν κοινὰν ἱστίαν τᾶς πόλιος θῦσαι οἶς και τᾶι |
| θεοῖ ὅσον καὶ αὐτοὶ διδοῦσι καὶ ξένια τοῖς θεαροῖς | |
| τὰ ἐκ τῶν νόμων αὐθαμέραν. | |
| ἀκολούθως δὲ ἔδοξεν ψηφίσασθαι | |
| καὶ τοῖς ἄλλοις vacat Ἀρκάσιν· | |
| 1.60 | Τεγεάταις |
| Μεθυδριεῦσιν | |
| Στυμφαλίοις | |
| Κλειτορίοις | |
| Πελλανεῦσιν | |
| 65 | Ἡραιεῦσιν |
| Ψωφιδίοις | |
| Θελφουσίοις | |
| Λουσιάταις | |
| 2.60 | Ὀρχομενίοις |
| Καφυιεῦσιν | |
| Φλεασίοις | |
| Φενεάταις | |
| Φιαλεῦσιν | |
| 65 | Ἀλεάταις |
| Κυναιθεῦσιν | |
| Καρυννεῦσιν | |
| Τριταιεῦσιν. | |