Decree of koinon of Messenians accepting invitation of
Magnesia Mai. to Leukophryena and giving honors to presbeutai
from Magnesia Mai.; IIIe/II; found at Magnesia Mai.: *IMagnesia
43; **Holleaux, REA 3, 1901, 123 (ll. 21-22).
[ ]
IMagn 43
| 1 | παρὰ Μεσσηνίων· |
| ἐπειδὴ παραγενόμενοι πρεσβευταὶ παρὰ Μαγνήτων | |
| τῶν ἐπὶ Μαιάνδρου Φιλίσκος Πυθαγόρου, Κόνων Διο- | |
| νυσίου, Λάμπετος Πυθαγόρου ἐνεφάνιζον τάν τε οἰ- | |
| 5 | κειότατα καὶ τὰν φιλίαν τὰν προϋπάρχουσαν ποτὶ τὸ |
| κοινὸν τῶμ Μεσσανίων καὶ ἀπέδωκαν τὸ ψάφισμα, ἐ- | |
| [ν] ὧι κατεκεχώριστο ὁ χρησμὸς ὁ γενόμενος ὑπὸ τοῦ | |
| Ἀπόλλωνος τοῦ ἐν Δελφοῖς, λώϊον εἶμεν καὶ ἄμεινον | |
| τοῖς σεβομένοις Ἄρτεμιν Λευκοφρυηνὰν καὶ τὰν πόλιν | |
| 10 | καὶ τὰν χώραν ἱερὰν καὶ ἄσυλον νομίζοντι, κα[ὶ π]ε̣ρὶ |
| τῶν λοιπῶν πάντων διαλεχθέντων, καθὰ εἶ[χον] | |
| τὰς ἐντολὰς παρὰ τᾶς ἰδίας πόλεως ἁρμοζό[ν]τ[ως τοῖ]ς | |
| ἐν τῶι ψαφίσματι καταγεγραμμένοις, ἐνεφά[νιζον] | |
| δὲ καὶ τὰν τᾶς θεᾶς ἐπιφάνειαν καὶ τὰς γεγενημέ- | |
| 15 | νας ὑπὸ τῶν προγόνων ἐς τοὺς Ἕλλανας εὐχρηστίας, |
| καὶ παρακαλούντων, ὅπως ἀποδέξηται τὸ κοινὸ[ν τῶμ] | |
| Μεσσανίων τὰν πανάγυριν καὶ ἐκεχειρία̣ν̣ κ̣[αὶ τὸν ἀγῶ]- | |
| να στεφανίταν ἰσοπύθιον τόν τε μ[ουσικὸν καὶ γυ]- | |
| μ̣ν̣ι̣κ̣ὸ̣ν̣ καὶ ἱππικόν, ὃν τίθητι τ[ᾶι Ἀρτέμιτι τᾶι Λευκο]- | |
| 20 | [φρυηνᾶι ὁ δᾶ]μος τῶμ Μαγν[ήτων, καὶ τὰν πόλιν καὶ |
| [τὰν χώραν αὐτῶ]ν ἱερὰν καὶ ἄ[συλον εἶμεν· ἐπεὶ οὖν τοῖς] | |
| [Μεσσανίοις πάτ]ριόν ἐστι μάλ[ιστα μὲν τὰς τῶν θεῶν] | |
| [τιμὰς συναύξειν, ἔπειτα δὲ καὶ τοὺς συγγενέας καὶ] | |
| [φίλους —] | |
| 25 | [—]ι̣ καὶ το[—] |
| [δέχεσθαι τὰ]ς [θυσίας] τᾶς Ἀρτέμι̣τ̣ος τᾶς [Λευκο]- | |
| [φρυηνᾶς καὶ τὰ]ν ἐκεχ̣[ειρί]αν καὶ τοὺς ἀγῶνας στ̣[εφα]- | |
| [νίτας ἰσ]ο[π]υθίως τόν τε μουσικὸν καὶ γυμνικὸν κα̣[ὶ̣] | |
| [ἱππικόν, οὓ]ς ποιόντι οἱ Μάγνητες, καθὼς ὁ θεὸς ἔχρησε[ν·] | |
| 30 | [τοῖς δὲ θε]αροῖς τοῖς ἐπαγγελλόντοις τὰν θυσίαν καὶ ἐκε- |
| [χειρίαν] τᾶς Ἀρτέμιτος τᾶς Λευκοφρυηνᾶς δόντων οἱ | |
| ταμίαι, ὅσα καὶ τοῖς τὰ Πύθια ἐπαγγελλόντοις. |