Honorary decree of boule and demos (of Larbenoi) for
foreign judges Philokrates Dionysiou et al. from Magnesia (Mai.)
and for Magnesia (Mai.); II2; found at Magnesia Mai.: *IMagnesia
101, ll. 1-62; **Wilhelm, JÖAI 4, 1901 Beibl. 33 (ll. 42, 45);
**Holleaux, REA 3, 1901, 129 (l. 46).
[ ]
IMagn 101.1-62
| 1.1 | τὸν |
| δῆ- | |
| μον. | |
| 2.1 | Φιλο- |
| κράτην | |
| Διονυ- | |
| σίου. | |
| 5 | |
| 3.1 | Σωκρά- |
| την | |
| Ἀρκε- | |
| σίλου. | |
| 5 | |
| 4.1 | [Ἀρι]- |
| σταγ[ό]- | |
| ραν Νεύ- | |
| μωνος. | |
| 5 | |
| 5.1 | [Μό]- |
| [σχον] | |
| Ζη̣ν̣[ο]- | |
| δότου. | |
| 5 | |
| [ἐ]πὶ Ἀριστοκράτου τοῦ Ἀριστοκράτου τοῦ Ἀρτεμιδώρου Ἡραιῶνος δευ[τέραι] | |
| [π]α̣ρ̣ὰ Λαρβηνῶν ὑπὲρ τιμῶν τῶι τε δήμωι καὶ τοῖς δικασταῖς καὶ τῶι γρ<α>μμ̣[ατεῖ.] | |
| [ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἀρχόντων γνώμη· ἐπεὶ οἱ ἀπ̣[ο]- | |
| [σ]ταλέντες ὑπὸ τοῦ δήμου τοῦ Μαγνήτων τῶν πρὸς τῶι Μαιάνδρ[ωι] | |
| μ̣ετάπεμπτοι δικασταὶ Φιλοκράτης Διονυσίου, Σωκράτης Ἀρκ[ε]- | |
| 10 | [σ]ίλου, Ἀρισταγόρας Νεύμωνος καὶ ὁ γραμματεὺς αὐτῶν Μόσχος Ζη- |
| νοδότου τῶν δικῶν ἃς μὲν ἐδίκασαν ἀξίως τοῦ τε ἀποστείλαν- | |
| τος καὶ τοῦ ἡμετέρου δήμου ποιούμενοι τάς κρίσ̣εις ἀπὸ τοῦ δικαί- | |
| ου, τινὰς δὲ καὶ συνέλυσαν ἀπὸ παντὸς τοῦ βελτίστου εἰς ὁμόνοι- | |
| αν ἀποκαθιστάντες τὸ πολίτευμα, ἐποιήσαν[τ]ο δὲ καὶ τὴν παρε- | |
| 15 | πιδημίαν καλὴν καὶ εὐσχήμονα καὶ ἀξίαν ἀμφοτέρων τῶν πόλεων· |
| ὅπως οὖν καὶ ὁ δῆμος ἡμῶν φαίνηται τιμῶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ | |
| ἀρετῆι διαφέροντας, δεδόχθαι τῆι βουλῆι καὶ τ[ῶ]ι δήμωι· ἐπῃνῆσθαι | |
| τὸν δῆμον τὸν Μαγνήτων καὶ στεφανοῦσθαι χρυσέωι στεφάνωι ἐν το̣ῖς | |
| συντελουμένοις γυμνικοῖς ἀγῶσιν, ὅτι ὑπάρχων φίλος καὶ εὔνους καὶ | |
| 20 | συγγενὴς τοῦ ἡμετέρου δήμου ἀπέστειλεν ἄνδρας καλοὺς καὶ ἀγα- |
| θο[ὺς] κ̣αὶ <ἀ>ξίους ἀμφοτέρων τῶν πόλεων, καλεῖσθαι δὲ αὐτὸν καὶ εἰς πρ[ο]- | |
| εδ[ρ]ία[ν], στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ὡς καλλίστην ἐν τῶι ἐπι̣[φα]- | |
| νεστ̣άτ̣ωι τόπωι τῆς πόλεως, ἐφ’ ἧς κ̣αὶ ἐπιγραφῆναι τὴν αὐ[τ]ὴν ἐπιγ[ρα]φ̣ὴν | |
| τῆ[ι ἀν]αγγελίαι, ἐπῃνῆσθαι{σθαι} δὲ καὶ τοὺς δικαστὰς̣ [Φιλοκρ]ά̣[τ]ην, Σω- | |
| 25 | κρά[τ]ην, Ἀρισταγόραν καὶ τὸν γραμματέα αὐτῶν̣ [Μόσ]χον ἀρετῆς ἕνε̣- |
| κεν [κ]αὶ δικαιοσύνης καὶ στεφανοῦσθαι ἕκαστ̣[ο]ν αὐτῶν χρυσέωι | |
| [στε]φ̣άνῳ, εἶναι δὲ αὐτοὺς καὶ εὐεργέτας τοῦ δή̣μου, ὑπάρχειν δὲ αὐ- | |
| [τοῖς] καὶ πολιτείαν ἐφ’ ἴσῃ καὶ ὁμοίαι καὶ αὐτο[ῖ]ς καὶ ἐκγόνοις καὶ ἀτέλει- | |
| [αν π]άντων καὶ εἰσάγουσιν καὶ ἐξάγου[σ]ι̣[ν] καὶ τῶν ἄλλων πάντων | |
| 30 | [με]τ̣ουσίαν, ὧν καὶ τοῖς ἄλλοις πολίτ̣αις μέ<τε>στιν, καὶ ἔφοδον ἐπὶ |
| [τὴ]ν̣ βουλὴν καὶ τὸν δῆμον πρώτοις̣ μετὰ τὰ ἱερά, εἶναι δὲ αὐτοῖς | |
| [καὶ προεδ]ρ̣ίαν καὶ σίτησιν ἐμ πρυτ[α]ν̣είωι, ὑπάρχειν δὲ καὶ τοῖς ἐκ- | |
| [γόνοις αὐτῶν] τὰ αὐτὰ τίμια· τῆς δὲ [π]ροεδρίας καὶ τῆς ἀναγορεύ- | |
| [σεως τῶν στεφ]ά̣νων ἐπιμελείσθω̣ ἀ̣εὶ ὁ αἱρούμενος γραμματεὺς | |
| 35 | [ἐν τοῖς ὑφ’ ἡμῶν? σ]υ̣ν̣τ̣ε̣λουμένοι̣ς̣ [γ]υμνικοῖς ἀγῶσιν, ἀναγορευέτω |
| [δὲ ὅτι "ὁ δῆμος καλεῖ εἰς π]ροεδρία[ν] τ̣ὸν δῆμον τὸν Μαγνήτων καὶ στ[ε]- | |
| [φανοῖ αὐτὸν χρυσέωι στεφ]άνω<ι> ἀρετῆς ἕνεκεν καὶ ἐπιμελείας ἣν ἐποιήσαντο | |
| [μετὰ πάσης σπουδ]ῆς περὶ τὴν ἐ<ξ>αποστολὴν τῶν τε δικαστῶν καὶ τοῦ | |
| [γραμματέως·" ὁμοίως δὲ καλείσθωσαν [ε]ἰς προεδρίαν οἵ τε δικασταὶ | |
| 40 | [Φιλοκράτης Διο]νυ̣[σίο]υ, Σωκράτης Ἀρκεσίλου, Ἀρισταγόρας Νεύμω- |
| [νος καὶ ὁ γραμμα]τεὺ̣ς Μ[ό]σχ[ος] Ζ̣ηνοδότου καὶ στεφανούσθω ἕκαστος | |
| [αὐτῶν χρυσέω]ι στεφάνωι ἀρε[τ]ῆ̣ς ἕνεκεν καὶ δικαιοσύνης, στῆσ<α>ι δὲ̣ | |
| [αὐτῶν ἑκάστ]ο̣υ καὶ εἰκόνα χαλκ[ῆ]ν, ἐπιγραφῆναι δὲ ἐφ’ ἑκάσ[τ]ης τοὔ[νο]- | |
| [μα πατρό]θεν καὶ ὅτ[ι] ὁ δῆμος ἐτ̣ίμησεν δικάσαντα ἴσω̣ς καὶ δ̣[ι]- | |
| 45 | [καίως, ἐπὶ δ]ὲ τῆς τοῦ γραμματέω[ς], ὅ̣τι ὁ δῆμος ἐ[τί]μησεν γρ̣α̣μμα- |
| [τεύσαντα] ἴσως καὶ δικαίως· τὸ δὲ ἐσόμ̣ενον εἰς [τ]α[ῦτ]α̣ ἀ[ν]ά[λ]ωμα | |
| [δότωσαν] ο̣ἱ ἄρχοντες ἀφ’ ὧν ἂν ὁ δῆμος ἀποτάξῃ πό[ρ]ω[ν, καλέ]σαι δὲ | |
| [αὐτοὺς κα]ὶ ἐπὶ τὴν κοινὴν ἑστίαν, πέμψαι δὲ αὐτῶν ἑκάστωι κα[ὶ] ξ̣έ̣- | |
| [νιον τὸ ἑκ τ]οῦ νόμου πενταπλοῦν· ἵνα δὲ καὶ τοῖς ἐπιγινομ[έ]νοις [δ]ι[α]- | |
| 50 | [μένηι ὑπ]όμνημα τῆς τε τῶν ἀνδρῶν ἀρετῆς καὶ τῆς του ἡμ̣ε̣τ̣έ̣- |
| [ρου δήμ]ου εὐχαριστίας, ἀναγράψαι τόδε τὸ ψήφι̣σ̣μα εἰς στήλη̣ν̣ | |
| [λευκοῦ] λίθου καὶ στῆσαι ἐν τῶι τοῦ Διὸς ἱερῶι, ἑλέσθαι δὲ [καὶ] | |
| [πρεσβευ]τήν, ὃς ἀφικόμενος πρὸς Μάγνητας φίλους ὄντας [καὶ] | |
| [εὔνους καὶ] συγγενεῖς τοῦ δήμου τό τε ψήφισμα ἀποδώσει καὶ ἐπελ- | |
| 55 | [θὼν ἐπ]ὶ τὸν δῆμον ἐμφανιεῖ τήν τε τῶν ἀνδρῶν ἀρετὴν καὶ δικ[α]ι- |
| [οσύν]ην καὶ παρακαλέσει αὐτοὺς ἀποδέξασθαι τὰ ἐ[ψ]ηφισμένα τ̣ί̣- | |
| [μια κ]αὶ προνοιῆσαι ὅπως ἀναγορεύωντ̣αι κ[α]ὶ παρ’ αὐτοῖς αἱ τιμ̣[αὶ] | |
| [τοῦ] τε δήμου καὶ τῶν δικαστῶν καὶ τοῦ γραμματ̣έ̣ως ἐν τοῖς τιθ̣[ε]- | |
| [μέν]οις ὑπ’ αὐτῶν ἀγῶσιν, ἀναγραφῇ δὲ τόδε τὸ ψήφισμα καὶ εἰς στήλην | |
| 60 | [λευ]κοῦ λίθου καὶ ἀνατεθῇ ἐν τῶι ἐπιφανεστάτωι τόπωι τῆς ἀγορᾶς, πρ[ο]- |
| [νοιῆ]σαι δὲ καὶ τῆς ἀνακομιδῆς αὐτῶν ὅπ̣ω[ς] ἀνακο[μ]ισθῶ̣σιν εἰς τὴν | |
| 63 | [ἰδία]ν με̣τὰ ἁπάσης ἀσφαλείας. ᾑρέθη πρεσβευτὴς Μηνογένης Ζήν̣ω̣ν̣ος. |