Honorary inscription for Tata Diodorou by boule, demos,
and gero[usia,] on marble block; imperial; found at Aphrodisias:
CIG 2820.A; Henzen, Ann. d. Inst. 23, 1852, 127-131, no. 7, col.
2; LW 1602.b; Liermann 99-100, no. 17 (non vidi); Reinach, REG
19, 1906, 143-144, no. 76; *MAMA 8, no. 492.b (PH).
[ ]
MAMA VIII, no. 492b
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος καὶ ἡ γερο[υσία] |
| ἐτείμησαν ταῖς πρώταις τειμα[ῖς] | |
| Τάταν Διοδώρου τοῦ Διοδώρου το[ῦ φύ]- | |
| σει Λέοντος, ἁγνὴν ἱέρειαν Ἥρας διὰ βίου, | |
| 5 | μητέρα πόλεως, γυναῖκα γενομένην |
| καὶ μείνασαν Ἀττάλου τοῦ Πυθέου | |
| στεφανηφόρου, καὶ αὐτὴν γένους πρώ- | |
| του καὶ λαμπροῦ, ἱερατεύσασαν τῶν | |
| Σεβαστῶν ἐκ δευτέρου ἀλείψασαν | |
| 10 | δὶς δρακτοῖς ἐκ λουτήρων ἐπιρύτοις |
| δαψιλέστατα τὸ πλεῖστον μέρος καὶ τῆς | |
| νυκτός, στεφανηφορήσασαν, θύσασαν | |
| παρ’ ὅλους τοὺς ἐνιαυτοὺς ὑπὲρ τῆς ὑγή- | |
| ας τῶν Σεβαστῶν, ἑστιάσασαν τὸν δῆμον | |
| 15 | πλεονάκις καὶ πανδήμοις κατακλίσεσιν, |
| ἔν τε τοῖς θυμελικοῖς καὶ σκηνικοῖς ἀγῶ- | |
| σιν τὰ πρωτεύοντα ἐν τῇ Ἀσίᾳ ἀκροά- | |
| ματα αὐτὴν πρώτως ἀγαγοῦσαν καὶ δεί- | |
| ξασαν τῇ πατρίδι, ὡς ἐπὶ τὴν δεῖξιν τῶν | |
| 20 | ἀκροαμάτων συνελθεῖν καὶ συνεορτά- |
| σαι τὰς ἀστυγειτνιώσας πόλεις, γυναῖκα | |
| μηδενὸς ἀναλώματος φεισαμένην, φι- | |
| λόδοξον, ἀρετῇ σωφροσύνῃ κεκοσμημένην. |