Decree honoring Dionysiac artists and granting them ateles
land; 229/205 BC: *BCH 1922, pp. 312-9, no. 2 (PH); SEG 2, 580;
SEG 4, 617; **Robert, Et. anat. 39-44 (ll. 2-3).
[ ]
BCH 1922, 312-19, no. 2
| 1 | [—]οι[—] |
| τὸν ἱερέα το[ῦ Διονύσου ἐν τοῖς Διονυσί]οις καὶ [τὸν] | |
| [πρ]ύτανιν ἐν τῶι πρυ[τανείωι καὶ τὸν ἱε]ροκήρυκα [ἐν] | |
| [τ]αῖς ἐκλησίαις γίνεσθαι τἀγαθὰ καὶ τῶι κοινῶι τῶ[ν πε]- | |
| 5 | [ρὶ τ]ὸν Διόνυσον τεχνιτῶν· ἀγοράσαι δὲ αυτοῖς καὶ κ̣[τῆ]- |
| [μα] ἔγγεον ἐν τῆι πόλει ἢ τῆι χώραι ἀπὸ δρα(χμῶν) 𐅆 Χ | |
| [καὶ] προσαγορεύεσθαι τὸ ἀγορασθὲν κτῆμα ἱερὸν ὃ ἀν[ατίθη]- | |
| [σι] ὁ δῆμος τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τ[ε]- | |
| [χ]νιτῶν, ὂν ἀτελὲς ὧν ἡ πόλις ἐπιβάλλει τελῶν· ἀ[πο]- | |
| 10 | δεῖξαι δὲ καὶ ἄνδρας δύο οἵτινες κτηματωνήσου[σιν] |
| [ἐ]π’ ἀναφορᾶι τῆι πρὸς τὸν δῆμον· ἵνα δὲ τὸ ἀργύριο[ν] | |
| [ὑπ]άρχηι εἰς τὴν κτηματωνίαν, τοὺς ταμίας τοὺς [ἐ]- | |
| [ν]εστηκότας δοῦναι τοῖς ἀποδειχθησομένοις δρα(χμὰς) | |
| [Χ]ΧΧ ἐκ τοῦ μετενηνεγμένου ἐκ τοῦ λόγου τῆς ὀ[χυ]- | |
| 15 | [ρ]ώσεως ὃ δέδοται εἰς τὴν τιμὴν τοῦ σίτου· τὸ δὲ ὑπ[ο]- |
| [λι]πὲς δρα(χμὰς) ΧΧΧ δότωσαν οἱ εἰσιόντες ταμίαι ἐκ τ[ῶν] | |
| [πρ]ώτων δοθησομένων αὐτοῖς ἐγ βασιλικοῦ εἰς τ[ὴν] | |
| [τῆ]ς πόλεως διοίκησιν· δεδόσθαι δὲ αὐτοῖς καὶ ἐπο- | |
| [χὴ]ν ἔτη πέντε ἀπὸ μηνὸς Λευκαθεῶνος καὶ πρυτ[άνε]- | |
| 20 | [ως] Μητροδώρου· ὅπως δὲ καὶ τὰ δόξαντα τῶι δήμ[ωι] |
| [πά]ντες εἰδῶσιν, ἀναγράψαι τόδε τὸ ψήφισμα εἰς [στή]- | |
| [λη]ν λιθίνην καὶ τὸν στέφανον καὶ ἀναθεῖναι παρὰ | |
| [τὸ]ν νεὼ τοῦ Διονύσου· ἀναγράψαι δὲ καὶ εἰς τὴν παρ[α]- | |
| [στά]δα τοῦ θεάτρου τὸ ψήφισμα τόδε καὶ τὸν στέφαν[ον·] | |
| 25 | [τῆ]ς δὲ ἀναγραφῆς τῶν στεφάνων {ι} καὶ ψηφίσματ[ος] |
| [καὶ τ]ῆς στήλης τὴν κατασκευὴν τὴν ἔγδοσιν π[ο]- | |
| [ιείσθ]ωσαν οἱ ἐνεστηκότες ταμίαι καὶ τὸ ἀνάλωμ[α] | |
| [δότ]ωσαν οἱ ἐνεστηκότες ταμίαι· τοὺς δὲ π<ρ>εσβ[ευ]- | |
| [τὰς] τοὺς ἀποδεδειγμένους ἀποδοῦναι τὸ ψήφι[σ]- | |
| 30 | [μα τόδ]ε τοῖς περὶ τὸν Διόνυσον τεχνίταις καὶ ἐπ[αι]- |
| [νέσαι α]ὐτοὺς ἐπὶ τῆι εὐνοίαι ἣν ἔχοντες διατε- | |
| [λοῦσι] περὶ τὸν δῆμον τὸν Τηΐων. ἀπεδείχθη- | |
| [σαν κτ]ηματωνήσοντες vacat | |
| [․․6․․․]ς Ἐπιτιμίδου, vacat Θερσίων Φάνου. |