Honorary decree of Dionysiac artists and others for Kraton
of Chalkedon; IIm: *CIG 3068 and p. 1125.
[ ]
CIG 3068 + p. 1125
| A.1 | ἐπὶ ἱερέως Σατύρου, καὶ ἀγωνοθέτου κ[αὶ] |
| ἱερέως βασιλέως Εὐμένου Νικοτέλου[ς,] | |
| ἔδοξεν τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τεχνι- | |
| τῶν τῶν ἐπ’ Ἰωνίας καὶ Ἑλλησπόντου καὶ τῶν πε[ρὶ] | |
| 5 | τὸν καθηγεμόνα Διόνυσον· ἐπειδὴ Κράτων Ζωτίχου |
| αὐλητὴς εὐεργέτης ἔν τε τῶι πρότερον χρόνωι τὴ[ν] | |
| πᾶσαν σπουδὴν καὶ πρόνοιαν εἶχεν τῶν κοινε͂ι συμφε- | |
| ρόντων τε͂ι συνόδωι καὶ τιμηθεὶς ἀξίως ὧν εὐεργέτη- | |
| κεν ὑπερτίθεται τε͂ι εὐνοίαι καὶ φιλοτιμίαι τε͂ι εἰς τοὺς | |
| 10 | τεχνίτας, πάντα πράττων τὰ συμφέροντα· vacat δεδόχθαι |
| τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τεχνίτων ἐπαινέσαι | |
| μὲν Κράτωνα Ζωτίχου αὐλητὴν εὐεργέτην ἐπὶ τῶι τὴν | |
| αὐτὴν ἔχειν αἰεὶ προαίρεσιν τῆς εὐεργεσίας τῆς εἰς | |
| ἅπαντας τοὺς τεχνίτας, προσδοῦναι δὲ αὐτῶι πρὸς | |
| 15 | ταῖς προϋπαρχούσαις τιμαῖς ἀνακήρυξίν τε στεφά- |
| νου τοῦ ἐκ τοῦ νόμου, ἣμ ποιήσεται αἰεὶ ἐν τῶι θεάτρωι ὁ | |
| ἑκάστοτε γινόμενος ἀγωνοθέτης καὶ ἱερεὺς βασιλέως | |
| Εὐμένου ἐν τῆι βασιλέως Εὐμένου ἡμέραι ὅταν ἥ τε πομπὴ | |
| διέλθηι καὶ αἱ στεφανώσεις συντελῶνται· ὁμοίως δὲ | |
| 20 | καὶ παρὰ τὸν πότον γινέσθω τῆι αὐτῆι ἡμέραι μετὰ τὰς |
| σπονδὰς ὑπὸ τῶν ἀρχόντων ἡ ἀναγγελία τοῦ στεφάνου. | |
| παρατίθεσθαι δὲ καὶ ἐν ταῖς θέαις καὶ ἐν ταῖς πομπαῖς πα- | |
| ρὰ τὸν ἀνδριάντα τὸν Κράτωνος τὸν ἐν τῶι θεάτρωι τρίπο- | |
| δά τε καὶ θυμιατήριον, καὶ τῆς ἐπιθυμιάσεως τὴν ἐπιμέλει- | |
| 25 | αν καθ’ ἕκαστον ἔτος αἰεὶ ποιεῖσθαι τὸν ἀγωνοθέτην καὶ |
| ἱερέα βασιλέως Εὐμένου γινόμενον. vacat | |
| vacat | |
| B.1 | ἔδοξεν τῶι κοινῶι τῶν συναγωνιστῶν· ἐπειδὴ Κράτων |
| Ζωτίχου Καλχηδόνιος αὐλητὴς εὔνους ὢν διατε- | |
| λεῖ τῶι κοινῶι τῶν συναγωνιστῶν, καὶ λέγων καὶ | |
| πράττων αἰεὶ τὰ συμφέροντα τοῖς συναγωνισταῖς, | |
| 5 | ἱερεύς τε αἱρεθεὶς πρότερον τὴν πᾶσαν ἐπιμέλειαν |
| ἐποιήσατο, τάς τε θυσίας συνετέλεσεν πάσας, ὁσί- | |
| ως μὲν τὰ πρὸς τοὺς θεοὺς καὶ τοὺς βασιλεῖς, καλῶς | |
| δὲ καὶ ἐνδόξως τὰ πρὸς πάντας τοὺς συναγωνιστάς, | |
| οὔτε δαπάνης οὔτε φιλοτιμίας οὐθὲν ἐλλείπων, καὶ | |
| 10 | νῦν δὲ ἀγωνοθέτης γενόμενος καλῶς τῶν ἀγώνων |
| προστὰς καὶ τοῖς νόμοις ἀκολουθήσας αἰείμνηστον | |
| τοῖς ἐπιγινομένοις κατέλιπεν τὴν ἀρχήν· vacat ἵνα οὖν καὶ | |
| οἱ συναγωνισταὶ ἐμ παντὶ καιρῶι φαίνωνται τιμῶντες | |
| τοὺς ἐξ ἑαυτῶν, δεδόχθαι τῶι κοινῶι τῶν συναγωνισ- | |
| 15 | τῶν στεφανοῦν Κράτωνα Ζωτίχου Καλχηδόνιον διὰ |
| βίου ἔν τε τῶι κοινῶι δείπνωι τῶν συναγωνιστῶν καὶ ἐν | |
| τῶι θεάτρωι, ποιουμένους τὴν ἀναγόρευσιν τήνδε· vacat {το} | |
| "τὸ κοινὸν τῶν συναγωνιστῶν στεφανοῖ Κράτωνα Ζωτίχου | |
| Καλχηδόνιον στεφάνωι τῶι ἐκ τοῦ νόμου ἀρετῆς ἕνεκεν | |
| 20 | καὶ εὐνοίας, ἧς ἔχων διατελεῖ εἰς τοὺς συναγωνισ- |
| τάς." τῆς δὲ ἀναγγελίας τῆς τοῦ στεφάνου ἐπιμε- | |
| λεῖσθαι τοὺς ἄρχοντας τοὺς κατ’ ἐνιαυτὸν αἱρου- | |
| μένους. ἵνα δὲ καὶ τοῖς ἄλλοις πᾶσιν φανεφὰ ἦι εἰς | |
| τὸν ἅπαντα χρόνον ἡ τῶν συναγωνιστῶν εὐχαρισ- | |
| 25 | τία, ἀναγράψαι τὸ ψήφισμα τόδε εἰς στήλην λιθίνην, |
| καὶ στῆσαι πρὸς τῶι Διονυσίωι ἐν τῶι ἐπιφανεστά- | |
| τωι τόπωι· ἀναθεῖναι δὲ αὐτοῦ καὶ εἰκόνα ἐν τῶι Διονυ- | |
| σίωι γραπτὴν τελείαν ἐπιγράψαντας· "τὸ κοινὸν τῶν | |
| συναγωνιστῶν στεφανοῖ Κράτωνα Ζωτίχου Καλ- | |
| 30 | χηδόνιον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὑ- |
| τοὺς." | |
| vacat | |
| C.1 | vacat τῶν ἐν Ἰσθμῶι καὶ Νεμέαι τεχνιτῶν. vacat |
| ἐπειδὴ Κράτων Ζωτίχου Περγαμηνὸς αὐλητὴς κύ- | |
| κλιος πρότερόν τε πολλὰς καὶ μεγάλας παρέσ- | |
| χηται χρείας κατ’ ἰδίαν τε τοῖς ἐντυγχάνουσιν | |
| 5 | [αὐτῶι τῶν ἐν Ἰσθμῶι καὶ Νεμέαι τεχνιτῶν, καὶ] |
| [κοινῆι —] | |
| {²Continuation lost}² |