Honorary decree of Attalistai; IIm: *CIG 3069; **Wilhelm,
JÖAI 4, 1901, Beibl. p. 22 (l. 9).
[ ]
CIG 3069
| 1 | vacat ψήφισμα Ἀτταλιστῶν. vacat |
| γνώμη τοῦ κοινοῦ τῶν Ἀτταλιστῶν· ἐπειδὴ ὁ <ἱ>ε<ρευ>ς | |
| τῆς συνόδου Κράτων Ζωτίχου ἔν τε τῶι ζῆν | |
| πολλὰς καὶ μεγάλας ἀποδείξεις ἐποιεῖτο τῆς πρὸς | |
| 5 | τοὺςἈτταλιστὰς εὐνοίας καὶ κατ’ ἰδίαν ὑπὲρ ἑκάσ- |
| του καὶ κατὰ κοινὸν τῶν ὑφ’ ἑαυτοῦ συνηγμένων καὶ κει- | |
| μένων, τὴν πλείστην ποιούμενος πρόνοιαν, σπου- | |
| δῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείπων, καὶ πολλὰ μὲ{ι}ν {²⁶μὲν}²⁶ | |
| [ἀγαθ]ὰ καὶ φιλάνθρωπα τῆι συνόδωι παρὰ τῶν βασιλέων | |
| 10 | ἐποίησεν, ἀποδεχομένων αὐτῶν τήν τε ἐκείνου |
| ἅπαντα τρόπον πρὸς ἑαυτοὺς εὔνοιαν καὶ τὴν ἡμετ- | |
| έραν αἵρεσιν καὶ συναγωγὴν ἀξίαν οὖσαν τῆς ἑαυτ- | |
| ῶν ἐπωνυμίας, οὐκ ὀλ<ίγα> δὲ καὶ τῶν ἰδίων ἐπιδιδοὺς καὶ | |
| χορηγῶν διετέλει, βουλόμενός τε τοῖς προϋπηργμένο- | |
| 15 | ις ἀκόλουθα πράσσειν καὶ μεταλλάσσων τὸν βίον ἐν Πε- |
| ργάμωι, προενοήθη τῆς συνόδου, καὶ γράψας ἐπιστολὴν | |
| πρὸς τοὺς Ἀτταλιστὰς καὶ νόμον ἱερὸν ἀπολιπών, | |
| ὃν ἐξαπέστειλεν ἡμῖν βασιλεὺς Ἄτταλος, ἐπισημο- | |
| τέραν ἐποίησεν τὴν ὑπάρχουσαν ἐς τὴν σύνοδον εὔνοια- | |
| 20 | ν, δι’ ὃν τό τε Ἀττάλειον τὸ πρὸς τῶι θεάτρωι, ὃ καὶ |
| ζῶν καθιερώκει τοῖς Ἀτταλισταῖς, ἀνατίθησιν καὶ τὴν συν- | |
| οικίαν τὴν πρὸς τῶι βασιλείωι τὴν πρότερον οὖσαν Μικ- | |
| ρ<ί>ου, ἀνατίθησιν δὲ καὶ καθιεροῖ τῆι συνόδωι καὶ ἀργυρίου | |
| Ἀλεξανδρείου δραχμὰς μυρίας καὶ πεντακοσίας, | |
| 25 | ἀφ’ ὧν ἐκ τῆς προσόδου θυσίας τε καὶ συνόδους [πε]ποιή- |
| μεθα, καθὼς αὐτὸς ἐν τῆι νομοθεσίαι περὶ ἑκάστων | |
| δια<τέ>ταχεν, ἀνατίθησιν δὲ καὶ σώματα τοῖς Ἀτταλισταῖς | |
| <τὰ> περιόντα· ἃ κατὰ μέρος ὑπὲρ ἁπάντων ἐν τῶι καθιερωμέ- | |
| νωι ὑφ’ ἑαυτοῦ νόμωι δεδήλω<κ>εν· ἀ<πέ>λιπεν δὲ καὶ τὰ | |
| 30 | πρὸς <σ>υσ<κ>ή<νω>σιν ἐν τῶι τεμένει χρηστήρια ἱκανά, παρ- |
| αλῦσαι βουλόμενος καὶ τῆς εἰς ταῦτα δαπάνης καὶ χορη- | |
| γίας τοὺς Ἀτταλιστάς· ἵνα οὖν καὶ ἡ σύνοδος τῶν Ἀττα- | |
| λιστῶν ἀξίας φαίνηται τοῖς εὐεργέταις ἀπονέμουσα | |
| χάριτας, δεδόχθαι τοῖς Ἀτταλισταῖς κυρῶσαι μὲν τὸν | |
| 35 | ἱερὸν νόμον τὸν ἀπολελειμμένον ὑπὸ Κράτωνος, συν[τε]- |
| [λεῖσθαι δ]ὲ ἐπωνύμους ἡμέρας Κράτωνός τε καὶ [—] | |
| {²Continuation lost}² |