| 1 | [ἔδοξε τῶι δήμωι, γνώμη πρυτάνεων,] |
| [ὑπὲρ ὧν προεγράψαντο] Ἐπιφῶν | |
| [—] Σ[τ]α̣?σίλας Φιλίστου ὅπως | |
| [Ἐ]πικράτει Δημητρίου Ἡρακλεώτει | |
| 5 | [π]εριπατητικῶι πλείονα χρόνον ἐν |
| [τῆι] πόλει ἡμῶν παρεπιδεδημηκό- | |
| [τι κ]αὶ διὰ τῆς αὑτοῦ παιδείας πολ- | |
| [λὰ] τοὺς νέους εὐεργετηκότι δοθῆι | |
| [πολι]τεία καθότι ἂν τῆι βουλῆι καὶ | |
| 10 | [τῶι δή]μωι δόξει καὶ ἡ βουλὴ προεβούλευ- |
| [σεν ἐπεισά]γ̣ειν ἐν ταῖς ἀρχαιρεσίαις· | |
| [ἐπειδὴ Ἐπικ]ράτης Δημητρίου Ἡρακλε- | |
| [ώτης περ]ιπατητικὸς πλείονα χρόνον | |
| [παρεπιδε]δήμηκεν ἡμῶν ἐν τε͂ι πόλει | |
| 15 | [καὶ διὰ τῆς] αὑτοῦ παιδείας πολλὰ |
| [τοὺ]ς νέους εὐεργέτηκεν χαρίζεσ- | |
| [θαι βο]υλόμενος καὶ ἰδίαι τοῖς ἀπαντῶ- | |
| [σι τ]ῶν συσχολαζόντων ἑαυτῶι καὶ | |
| [κοιν]ῆι τῶι δήμωι μεταδιδοὺς ἀφθόνως | |
| 20 | [τῆς] καθ’ αὑτὸν παιδείας τοῖς βουλομέ- |
| [νοις] μετέχειν τῶμ πολιτῶν τοῖς τε | |
| [μὴ] δυναμένοις τῶ[ν] δ[η]μοτῶν τελεῖν | |
| [τὸν] ἐκκείμενον ὑφ’ αὑτοῦ μισθὸν προῖκα | |
| [σχο]λάζων, ὅπως οὖν καὶ ἡμεῖς φαινώμε- | |
| 25 | [θα το]ὺς ἀγαθοὺς καὶ ἀξίους ἄνδρας |
| [καὶ δ]υναμένους ὠφελεῖν τῶν νέων | |
| [τοὺς] φιλομαθοῦντας προεστηκότα̣[ς] | |
| [τε β]ί̣ου καὶ βίου δέοντας τιμῶν[τες,] | |
| [δεδόχθαι] τῶι δήμωι· δοῦναι Ἐπ[ικράτει] | |
| 30 | [πολιτείαν ἐ]φ’ ἴσαι καὶ ὁμοίαι, ὁ δὲ γ[ραμμα]- |
| [τεὺς τῆς β]ουλῆς Νικόμαχος ἐπικληρω | |
| [σάτω Ἐπικράτ]ην ἐπὶ φυλὴν [καὶ χιλιαστύν.] |
Samos
31