| 1 | [Ἐπι]νωίδηι [Εὐδ]ήμου Ἡρακλε̣[ώτει] |
| ἔδοξε τῆ̣ι̣ βουλῆι καὶ τῶι δήμωι, Λυσαγό- | |
| ρας Καίο[υ] εἶπ̣εν· ἐπειδὴ Ἐπινωίδης Εὐ̣δή- | |
| μου Ἡρακλεώτης ἔν τε τοῖς πρότερον vacat | |
| 5 | χρόνοις [ε]ὔνους καὶ πρόθυμος ὢν διετέ- |
| [λει καὶ κοι]νῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυν- | |
| [χάνουσι τ]ῶν πολιτῶν χρείαν παρεχόμε- | |
| [νος καὶ κατε]λ̣ηλυθότων ἡμῶν εἰς τὴν vacat | |
| [πόλιν τὴν αὐτή]ν v1 εὔνοιαν διαφυλάσσει | |
| 10 | [τῶι δήμωι καὶ τῶ]ν πολιτῶν τοῖς ἐντυγχά- |
| [νουσι πᾶσαν χρε]ίαν παρεχόμενος διατε- | |
| [λεῖ, πράσσων τὰ σ]υμφέροντα τῶι δήμωι | |
| [τῶι Σαμίων, δεδόχθ]αι τῆι βουλῆι καὶ τῶι | |
| [δήμωι· ἐπηινῆσθαι μ]ὲν Ἐπινωίδην ἀρετῆς | |
| 15 | [ἕνεκε καὶ εὐνοίας ἣν] ἔχων διατελεῖ εἰς τὸν |
| [δῆμον καὶ εἶναι αὐτὸ]ν εὐεργέτην καὶ πρό- | |
| [ξενον τοῦ δήμου· δ]ε̣δόσθαι δὲ αὐτῶι καὶ | |
| [πολιτείαν ἐφ’ ἴσ]ηι καὶ [ὁ]μοίαι καὶ ἐπικληρῶσα[ι] | |
| [αὐτὸν ἐπὶ φυ]λὴν καὶ χιλιαστὺν καὶ ἑκα- | |
| 20 | [τοστὺν] κ̣αὶ γένος καὶ ἀναγράψαι καθότι κα[ὶ] |
| [τοὺ]ς ἄλλους Σαμίους· δεδόσθαι δὲ αὐτῶ[ι] | |
| καὶ προεδρίαν ἐν το[ῖ]ς̣ ἀγῶσιν οἷς ἂν ἡ πόλ[ις] | |
| ἄγηι πᾶσιν· ὑπάρχει[ν] δὲ αὐτῶι καὶ τὰ ἄλλα | |
| πάντα ὅσα καὶ τοῖς [ἄλ]λοις εὐεργέταις ὅπω̣[ς] | |
| 25 | ἂν ἅπαντες εἰδῶ[σιν] οἱ προαιρο[ύμενοι τὴν] |
| πόλιν εὐε[ργετεῖν, ὅτι χάριτας ἐπίσταται ὁ δῆ]- | |
| μος ἀπ[οδιδόναι τοῖς εὐεργέταις· ταῦτα δὲ] | |
| εἶν[αι καῖ αὐτῶι καὶ ἐκγόνοις —] |
Samos
33