| 1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Μόλπος |
| Πυθαγόρου καὶ Ἀμφίδοκο[ς Σ]κύθωνος | |
| ε̣ἶ[π]αν, ἐπειδὴ Δήμαρχος Τάρωνος | |
| Λύκιος ἔν τε τῆι φυγῆι εὔνους καὶ πρό- | |
| 5 | θυμος ὢν διετέλει τῶι δήμωι τῶι Σαμ- |
| ίων καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι τῶν | |
| πολιτῶν χρήσιμον ἑαυτὸν παρείχε- | |
| το καὶ νῦν διατρίβων παρὰ τῆι βασιλίσ- | |
| [σ]ηι Φίλαι καὶ τεταγμένος ἐπὶ τῆς φυ- | |
| 10 | λακῆς εὔνουν καὶ πρόθυμον ἑαυτὸν |
| παρέχεται εἴς τε τὰς τοῦ δήμου χρεί- | |
| ας καὶ ὧν ἄν τις ἰδίαι τῶν πολιτῶν δε- | |
| όμενός του τύχηι, δεδόχθαι τῆι βουλῆι | |
| ἐπαινέσαι μὲν Δήμαρχον ἀρετῆς ἕνε- | |
| 15 | κε καὶ προθυμίας, ἣν ἔχων διατελεῖ |
| πρὸς τὸν δῆμον τὸν Σαμίων, [κα]ὶ εἶναι | |
| αὐτῶι τῆς αὐτῆς ἐπιμελείας τυνχά- | |
| νειν, ἄν του δέηται τοῦ δήμου, ἐπιμε- | |
| λεῖσθαι δ’ αὐτοῦ καὶ τὰς συναρχίας ἀ- | |
| 20 | εὶ τὰς ἐνεστώσας, ἄν τινος τυνχά- |
| νηι χρείαν ἔχων, εἶναι δ’ αὐτῶι καὶ ἔφο- | |
| δον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἄν | |
| του δέηται, πρώτωι μετὰ τὰ ἱερὰ καὶ τὰ βα- | |
| σιλικά, δεδόσθαι δ’ αὐτῶι καὶ πο[λ]ιτεί- | |
| 25 | αν καὶ ἐνγόνοις ἐφ’ ἴσηι καὶ ὁμοίαι, εἶναι |
| δ’ αὐτὸν καὶ εὐεργέτην καὶ πρόξενον | |
| τοῦ δήμου, ἐπικληρῶσαι δ’ αὐτὸν καὶ ἐ[πὶ] | |
| φυλὴν καὶ ἑκατοστὺν καὶ γένος κ[αθό]- | |
| τι καὶ τοὺς ἄλλους Σαμίους, τῆς δ[ὲ ἐπι]- | |
| 30 | κληρώσεως καὶ τῆς ἀναγραφῆς ἐ[πι]- |
| μεληθῆναι τὸν γραμματέα τ[ῆς βου]- | |
| λῆς, τὸ δὲ ψήφισμα τόδε ἀναγρ[άψαι] | |
| εἰ[ς] στήλην λιθίνην καὶ στῆσαι εἰ[ς τὸ ἱε]- | |
| ρὸν τῆς Ἥρας. |
Samos
22