| 1 | ἔδοξεν τὴι βουλῆι καὶ τῶι δήμωι, γνώμη πρυτάνεων, ὑπὲρ [ὧν] |
| προεγράψατο Ἱπποδάμας Παντωνακτίδου ὅπως Βουλαγόρας Ἀλέ̣ξε[ω] | |
| πολλὰς χρείας παρεισχημένος κοινῆι τε τῶι δήμωι καὶ ἰδίαι πλείοσι | |
| τῶν πολιτῶν ἐπαινεθῆι καὶ στεφανωθῆι καθότι ἂν τῆι βουλῆι καὶ τῶι | |
| 5 | δήμωι δόξηι· ἐπειδὴ Βουλαγόρας ἔν τε τοῖς πρότερον χρόνοις γενομέ- |
| ν<ω>ν α[ἰ]<τ>ησίμ<ω>ν κτημάτων ἐν τῆι Ἀναΐτιδι χώραι τῆι τασσομένηι τότε | |
| ὑπ’ Ἀντίοχον τὸν βασιλέα καὶ τῶν ἀφαιρεθέντων πολιτῶν τὰ κτήματα | |
| καταφυγόντων ἐπὶ τὸν δῆμον καὶ πρεσβείαν αἰτησαμένων πρὸς Ἀντί- | |
| οχον, ὅπως κομίσωνται τὰ αὑτῶν, ἀποδειχθεὶς πρεσβευτὴς καὶ ἀπο- | |
| 10 | δημήσας τὴν μὲν ἀρχὴν εἰς Ἔφεσον, ἀναζεύξαντος δὲ Ἀντιόχου |
| συνακολουθήσας ἕως Σάρδεων τὴμ πᾶσαν ἐποιήσατο σπουδὴν καὶ | |
| φιλοτιμίαν ἀντικαταστὰς ἐν τῆι πρεσβείαι τοῖς ἐνδοξοτάτοις τῶν Ἀν[τι]- | |
| όχου φίλων οἳ ἐτύγχανον ἔχοντες τὰ αἰτήσι<μ>α ὅπως ἀνακομισάμ[ε]- | |
| νος ὁ δῆμος τὰς κτήσεις τὰς αἰτηθείσας ἐν ἐκείνωι τῶι χρόνωι ἀποκα- | |
| 15 | ταστήσηι τοῖς ἀδίκως ἀφαιρεθεῖσι, καὶ περὶ τούτων ἐκόμισεν ἐπιστολὰς |
| [π]αρ’ Ἀντιόχου πρός τε τὴν πόλιν ἡμῶν καὶ πρὸς τὸν ἐν Ἀναίοις ὑπ’ αὐτο- | |
| [ῦ τ]εταγμένον φρούραρχον καὶ πρὸς τὸν διοικητήν, δι’ ὧν οἵ τε τότε ἀφαι- | |
| [ρ]εθέντες ἐγκρατεῖς ἐγένοντο τῶν ἰδίων καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον | |
| οὐθεὶς ἐνεχείρησεν οὐκέτι τῶν παρ’ Ἀντιόχωι τασσομένων αἰτεῖσθαι τὰ | |
| 20 | τῶν πολιτῶν ὑπάρχοντα· προχειρισθείς τε πλειονάκις ὑπὸ τοῦ δήμου προή- |
| [γ]ορος ταῖς δημοσίαις δίκαις ἐκτενῆ καὶ πρόθυμον ἑαυτὸν παρεχόμενο[ς] | |
| διετέλεσεν καὶ πολλὰ τῶν χρησίμων καὶ συμφερόντων περιεποίησεν | |
| ἐκ τῶν κρίσεων τῆι πόλει· τοῦ τε γυμνασίου χειροτονηθεὶς κατὰ τὸν νόμον | |
| ἐπιστάτης ὑπὸ τοῦ δήμου διὰ τὸ ἐγλιπεῖν τὸν γυμνασιαρχοῦντα ἴσως κ[αὶ] | |
| 25 | καλῶς προέστη τῆς τῶν ἐφήβων καὶ τῶν νέων εὐκοσμίας· ἔν τε τῶι ἐνεστη- |
| κότι ἐνιαυτῶι καθηκούσης τῆς τῶν θεωρῶν ἀποστολῆς εἰς Ἀλεξάνδρειαν | |
| εἰδὼς ὅτι ὁ δῆμος περὶ πλείστου ποεῖται τὰς τοῦ βασιλέως Πτολεμαίου τι- | |
| μὰς καὶ τῆς ἀδελφῆς αὐτοῦ Βασιλίσσης | |
| Βερενίκης, ἐπειδὴ εἰς μὲν τοὺς | |
| 30 | στεφάνους αὑτῶν καὶ τὰς θυσίας, ἃς ἔδει συντελέσαι τοῦς θεωροὺς ἐν Ἀλε- |
| ξανδρείαι, περιορισμένα ὑπῆρχεν χρήματα, εἰς δὲ τὰ ἐφόδια τῶι ἀρχιθεωρῶι καὶ | |
| τοῖς θεωροῖς ὑφ’ ὧν ἔδει τοὺς στεφάνους ἀποκομισθῆναι καὶ συντελεσθῆναι | |
| τὰς θυσίας οὐχ ὑπῆρχεν οὐδ’ ἦν, ὅθεν ἐπὶ τοῦ παρόντος πορισθήσεται, βουλό- | |
| μενος μηθὲν ὑποληφθῆναι τῶν προεψηφισμένων τιμίων τῶι βασιλεῖ καὶ | |
| τῆι βασιλίσσηι καὶ τοῖς γονεῦσιν καὶ προγόνοις αὐτῶν ὑπέσχετο τὸ εἰς ταῦτα | |
| 35 | ἀργύριον αὐτὸς προχρήσειν ἐκ τοῦ ἰδίου οὐ πολλῶι ἔλασσον ὂν δραχμῶν ἑ̣ξ[α]- |
| κισχιλίων· κατασχούσης τε τὸν δῆμον σιτοδείας καὶ τῶν πολιτῶν διὰ τὸ | |
| ἀναγκαῖον τῆς χρείας τρεῖς προχειρισαμένων σιτωνίας ἐν πάσαις αὐταῖς | |
| οὐθὲν ἐνέλιπεν σπουδῆς καὶ φιλοτιμίας, ἀλλὰ τῆς μὲν πρώτης σιτωνίας πᾶ[ν] | |
| τὸ εἰς τὴν ὑποθήκην ἀργύριον προέχρησεν, καθότι ὁ δῆμος ἐψηφίσατο, εἰς δὲ̣ | |
| 40 | τὴν δευτέραν ἴσον ἐπηγγείλατο τοῖς τὸ πλεῖστον εἰσευπορήσασι· τῆς δὲ |
| τρίτης οὐ μόνον τὰ εἰς τὴν ὑποθήκην χρήματα εἰσήνεγκεν πάντα ἐκ το[ῦ] | |
| ἰδίου, ἀλλὰ καὶ καταχθέντος τοῦ σίτου εἰς τὴν πόλιν καὶ τοῦ σιτώνου δάνειο[ν] | |
| ἔχοντος ἐπ’ αὐτῶι παρελθὼν εἰς τὴν ἐκκλησίαν ἐπηγγείλατο, ἐπεὶ οὐκ ἦν, ὅθεν ἀπο- | |
| δοθήσεται τὰ χρήματα, αὐτὸς καὶ τὸ δάνειον ὑπὲρ τῆς πόλεως καὶ τοὺς τό- | |
| 45 | κους καὶ τὰ λοιπὰ ἀναλώματα πάντα ἐπιλύσειν καὶ τοῦτο ἔπραξεν κατὰ τά- |
| χος καὶ ἀπέλυσεν τὸν δανειστὴν οὔτε συγγραφὴν οὐδεμίαν θέμενος πρὸς τὴν | |
| πόλιν ὑπὲρ τούτων τῶν χρημάτων οὔτε προεγγύους ἀξιώσας ἑαυτῶι καταστ[α]- | |
| θῆναι, ἀλλὰ περὶ πλείστου ποιησάμενος τὸ κοινῆι συμφέρον καὶ ἵνα ὁ δῆμος | |
| ἐν εὐβοσίαι διαγένηται, ἔν τε τοῖς λοιποῖς διατελεῖ πρόθυμον καὶ εὔνουν ἑα[υ]- | |
| 50 | τὸν παρεχόμενος καὶ [κο]ινῆι τῶι δήμωι καὶ ἰδίαι ἑκάστωι τῶν πολιτῶν [συμβου]- |
| λεύων τὰ ἄριστα καὶ διαλύων τοὺς διαφερομένους καὶ πολλοῖς τῶ[ν πο]- | |
| νούντων ἐρανίζων ἐκ τῶν ἰδίων· ὅπως οὖν καὶ ἡμεῖς φαινώμεθα τιμῶντ[ες] | |
| τοὺς ἀγαθοὺς ἄνδρας καὶ πολλοὺς τῶν πολιτῶν ἐπὶ τὴν ὁμοίαν προ[καλούμε]- | |
| νοι προαίρεσιν, δεδόχθαι τῶι δήμωι· ἐπηινῆσθαι Βουλα[γ]όραν Ἀλέξεω ἀρ[ετῆς] | |
| 55 | ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τοὺς πολίτας καὶ στεφανῶσαι αὐτὸν χρυσῶι [στεφά]- |
| νωι Διονυσίων τραγωιδοῖς, τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆναι τὸν ἀγωνο[θέτην.] | |
| ἀναγράψαι δὲ κὰι τὸ ψήφισμα τόδε τοὺς ἐξεταστὰς εἰς στήλην λιθίνην κ[αὶ ἀνα]- | |
| θεῖναι εἰς τὸ ἱερὸν τῆς Ἥρας· εἰς δὲ τὸ ἀνάλωμα τὸν ταμίαν τῶν ὁσίων ὑ[πηρετῆ]- | |
| σαι ἀπὸ τοῦ ὑπ[άρ]χοντος ἀργυρίου παρ’ αὐτῶι ἀπὸ τῶν προστίμων. πα[ρῆσαν] | |
| 60 | Ὑβλήσιος Ἡρόδοτος Μόνιμος Δημήτριος. |
Samos
21