Honorary decree for Eudemos Thallionos, who established and regulated administration of school; 200/199*** BC: *Milet I 3, 145; Ziebarth, Schulwesen; **Syll3 577 (ll. 29, 37); SEG 14, 742; García Teijeiro, Fs. Sainz Rodriguez III 271-278 (non vidi); SEG 36, 1045.  
[ ] Milet I 3, 145
1 ἔδοξε τῶι δήμωι, γνώμη συνέδρων· ἐπειδὴ Εὔδημος Θαλλί-
ωνος αἱρούμενος εὐεργετεῖν τὸν δῆμον καὶ τῆς αὑτοῦ φιλο{τι}-
δοξίας {²⁶φιλοδοξίας}²⁶ εἰς τὸν ἀεὶ χρόνον μνήαν ὑπάρχειν τὴν ἀρίστην ἐπήγγελ-
ται δώσειν εἰς παιδείαν τῶν ἐλευθέρων παίδων ἀργυρίου τά-
5 λαντα δέκα ὑπέρ τε αὑτοῦ καὶ τῶν ἀδελφῶν Μενάνδρου καὶ
Δίωνος, ἐψηφίσθαι Μιλησίοις· ἐπῃνῆσθαι μὲν Εὔδημον τῆς {ι}
περὶ τὰ{υτα} κάλλιστα σπουδῆς ἕνεκεν καὶ εἶναι ἐν ἐπιμελείαι
παρὰ τῆι βουλῆι καὶ τῶι δήμωι· ἵνα δ’ ἡ περὶ τούτων σύνταξις
τυγχάνηι τῆς προσηκούσης οἰκονομίας, Εὔδημον μὲν διαγρά-
10 ψαι τὸ προειρημένον πλῆθος τῶν χρημάτων τοῖς ταμίαις τῶν
ἐγκυκλίων ἐν τοῖς τεταγμένοις κατὰ τὴν ἐπαγγελίαν χρό-
νοις, τοὺς δὲ ταμίας ἀποδιδόναι παραχρῆμα τοῖς ἐπὶ τῆς δημοσί-
ας τραπέζης αἱρουμένοις, τοὺς δὲ ὑποστησαμένους λό-
γον πόλεως τῶν ἐπιδοθέντων ὑπὸ Εὐδήμου χρημάτων εἰς παι-
15 δείαν τῶν ἐλευθέρων παίδων ἐγγράφεσθαι τὸ διδόμενον καὶ δι-
αφυλάσσειν, παραδιδόναι δὲ καὶ τοῖς μεθ’ αὑτοὺς αἱρεθησομέ-
νοις τραπεζίταις, ἕως ὁ δῆμος βουλεύσητα{τα}ι {²⁶βουλεύσηται}²⁶ περὶ τῆς ἐσομένης
ἀπ’ αὐτῶν προσό<δ>ου·έὰν δὲ μὴ παραδῶσιν καθότι γέγραπται, ὀφειλέ-
τωσαν τῶι δήμωι διπλάσια τὰ χρήματα· τοὺς δ’ ἀνατάκτας τοὺς διο[ι]-
20 κοῦντας τὰς τῆς πόλεως προσόδους ἐξαιρεῖν καθ’ ἕκαστον ἔτος ἐν
τῆι ἀνατάξει στατῆρας τριακοσίους ἀντὶ τῆς ἐσομένης ἀπὸ τῶν χρη-
μάτων προσόδου καὶ μερίζειν ἐν τοῖς ἀναλώμασι τῶν ταμ<ι>ῶν ἑκάσ-
τωι κατὰ μῆνα τὸ ἐπιβάλλον· ἐὰν δὲ μὴ ἐξέλωσιν καθότι γεγρά-
πται, ὀφειλέτω ἕκαστος αὐτῶν στατῆρας πεντακοσίους ἱεροὺς
25 Ἑρμοῦ καὶ Μουσῶν.  τοὺς δὲ βουλομένους παιδοτριβεῖν ἢ γράματα
διδάσκειν ἀπογράφεσθαι πρὸς τοὺς καθισταμένους παιδονόμους εἰς
τὸν ἐπιόντα ἐνιαυτόν, εἶναι δὲ τὴν ἀπογραφὴν καθ’ ἕκαστον ἔτος ἀπὸ
τῆς διχομηνίας ἕως τῆς εἰκάδος τοῦ Ἀρτεμισιῶνος μηνός, τοὺς δὲ ἐκ-
τιθέναι τὰ ὀνόματα αὐτῶν εἰς τὴν Ἀντιόχεον στοάν· τῆι δὲ ὀγδό-
30 ηι ἀνομένου τοῦ αὐτοῦ μηνός, ἐπειτὰν ἡ ἐκκλησία συναχθῆι, τίθεσ-
θαι ἐν τῆι ὀρχήστραι τρίποδα καὶ θυμίατρον, τοὺς δὲ ἱερεῖς τόν τε
τοῦ Ἑρμοῦ τοῦ Ἐναγωνίου τοῦ ἐν τῆι παλαίστραι τῶν παίδων καὶ τὸν τῶν Μου-
σῶν καὶ τὸν ἱεροκήρυκα καὶ τοὺς κεχειροτονημένους καὶ μέλλο[ν]-
τας ἄρχειν παιδονόμους καὶ μέχρι μὲν ζωιῆς Εὔδημον, μετὰ δὲ ταῦτα
35 τῶν ἀπὸ Εὐδήμου τὸν πρεσβύτατον ἐπιθυμιᾶσαι λιβανωτὸν τῶι τε Ἑρ-
μ[ῆ]ι καὶ ταῖς Μούσαις καὶ Ἀπόλλωνι Μουσηγέτηι· τὸν δὲ ἱεροκήρυκα ἐπεύ-
ξα̣σθαι τοῖς ἐκκλησιάζουσιν, ὅστις χειροτονοίηι παιδοτρίβας καὶ
τοὺς τὰ γράμματα διδάξοντας, οὓς ἄριστα νομίζει τῶν παίδων ἐπισ-
τατήσειν καὶ μηδεμιᾶι φιλοτιμίαι παρὰ τὸ δίκαιον προσνέμοι τὴν
40 αὑτοῦ γνώμην, ἄμεινον αὐτῶι εἶναι, ἐ[ὰ]ν δὲ μή, τοὐναντίον· μετὰ δὲ
τοῦτο οἱ μὲν παιδονόμοι παραδότωσαν τῶι γραμματεῖ τῆς βουλῆς τὰ
ὀνόματα τῶν ἀπογραψαμένων· ὁ δ’ ἐπαγέτω κατὰ ἕνα· τῶν δ’ ἐπιπορευομ̣έ-
νων ἕκαστον ὁρκισάτωσαν οἵ τε ἱερεῖς καὶ ὁ ἱεροκῆρυξ· ὁ δὲ ὅρκος ἔστω
τοῖς μὲν παιδοτρίβαις ὅδε· ὀμνύω τὸν Ἑρμῆ μὴ παρακεκληκέναι μη-
45 θένα Μιλησίων, ὅπως με χειροτονῆι, μηδ’ ἑτέρωι προστεταχέναι παρα-
καλέσαι ὑπὲρ ἐμοῦ· καὶ ἐπαράσθω εὐορκοῦντι μὲν ἄμεινον εἶνα[ι],
ἐφιορκοῦντι δὲ τἀναντία· τοῖς δὲ γραμματοδιδασκάλοις τὰ μὲν ἄλ[λα]
κατὰ ταὐτά, ὀμνύτωσαν δὲ τ<ὸ>ν Ἀ<πό>λλων<α> καὶ τὰς Μούσας· χε<ι>ροτο-
νεῖσθαι δὲ καὶ ἀποδείκνυσθαι ἐκ τῶν ἐπελθόντων παιδοτρίβας
50 τέσσαρας καὶ γραμματοδιδασκάλους τέσσαρας.  τετάχθαι δὲ μισ-
θὸν τῶμ μὲν παιδοτριβῶν ἑκάστωι μηνὸς ἑκάστου δραχμὰς τριά-
κοντα, τῶν δὲ γραμματοδιδασκάλων ἑκάστωι μηνὸς ἑκάστου
δραχμὰς τεσσεράκοντα.  τὰ δὲ κατὰ τὰς ἐπιδείξεις αὐτῶν καὶ τὰ ἄ[λ]-
λα συντελεῖσθαι κατὰ τὸν παιδονομικὸν νόμον· ἐξεῖναι δὲ τοῖς χειροτο-
55 νηθεῖσιν παιδοτρίβαις, ἐὰν ἄγοντες ἀθλητὰς ἐπί τινα τῶν στεφανι-
τῶν ἀγώνων ἐκγδημεῖν βούλωνται, παραλυσαμένοις τοὺς παιδονό-
μους καὶ καταλιποῦσιν ἀνθ’ αὑτῶν τὸν ἐπιστατήσοντα τῶν παίδων
ἀρεστὸν τοῖς παιδονόμοις ἐκγδημεῖν.  ὅπως δὲ τὸ γινόμεν<ον> ἑκάσ-
τοις εὐτάκτως ὑπηρετῆται, τοὺς ταμίας διδόναι τὸ τεταγμέ-
60 νον τοῖς τε παιδοτρίβαις καὶ γραματοδιδασκάλοις μηνὸς ἑ-
κάστου τῆι νουμηνίαι· ἐὰν δέ τις μὴ δῶι, ὀφειλέτω στατῆρας πεν-
τακοσίους ἱεροὺς Ἑρμοῦ καὶ Μουσῶν, εἶναι δὲ κατ’ αὐτῶν καὶ {πρ}
πρᾶξιν τοῦ μισθοῦ τοῖς παιδοτρίβαις καὶ γραμματοδιδασκάλοις
κατὰ τὸν ἀγορανομικὸν νόμον.  τὸ δ’ ἐξαιρούμενον εἰς ταῦτα κατὰ τὴν
65 ἀνάταξιν μὴ εἶναι μετενεγκεῖν εἰς ἄλλο μηθὲν τρόπωι μηθενί· ἐὰν
δέ τις εἴπηι ἢ{ι} προθῆι ἢ ἐπιψηφίσηι ἢ μετενέγκηι ἢ τάξηι ἔλασσον τοῦ ἐκ-
κειμένου, ὀφειλέτω ὁ τούτων τι ποιήσας στατῆρας πεντακοσίους
ἱεροὺς Ἑρμοῦ καὶ Μουσῶν.  τὸ δὲ λοιπὸν τοῦ ἐξαιρεθέντος εἰς ταῦτα
ἀφαιρουμένων {ων} τῶν μισθῶν λαμβάνοντες οἱ παιδονόμοι πεμπέτω-
70 σαν τῶι Ἀπόλλωνι τῶι Διδυμεῖ βοῦν ὡς κάλλιστον ἔν τε τῷ πενθετηρι-
κῶι τοῖς Διδυμείοις καὶ ἐν τοῖς ἀλλοις ἔτεσιν τοῖς βοηγίοις καὶ
πομπευέτωσαν αὐτοί τε καὶ οἱ ἐπιλεγέντες ὑπ’ αὐτῶν παῖδες
καὶ οἱ κεχειροτονημένοι ἐπιστάται αὐτῶν καὶ μέχρι μὲν τοῦ ζῆν
Εὔδημος, μετὰ δὲ ταῦθ’ ὁ πρεσβύτατος τῶν ἀπὸ Εὐδήμου γενομέ-
75 νων· τὸ δὲ πεμφθὲν ἱερεῖον θύσαντες οἱ παιδονόμοι διανειμάτωσαν
τοῖς τε παισὶν ἅπασιν καὶ τοῖς ἄλλοις, οὓς γέγραπται συμπομ-
πεύειν.  ἀφεῖσθαι δὲ καὶ τοὺς παῖδας ἀπὸ τῶν μαθημάτων καθ’ ἕ-
καστον μῆνα τῆι πέμπτηι ἱσταμένου καὶ τοὺς παιδονόμους ἀνα-
γράφειν καὶ ταύτην ἐν ταῖς παιδιαῖς μετὰ τῶν ἄλλων ἡμερῶν, καθότ[ι]
80 ἐν τῶι παιδο<νο>μικῶι νόμωι συντέτακται.  ἵνα δ’ ἥ τε τοῦ δήμου προαίρε-
σις καὶ ἡ{ι} γεγενημένη περὶ ταῦτα ὑπὸ Εὐδήμου φιλοδοξία πᾶσιν
ἐκφανὴς ὑπάρχηι, τοὺς τειχοποιοὺς μετὰ τοῦ ἀρχιτέκτον[ος ἐπι]-
μεληθῆναι, ὅπως τὸ ψήφισμα τόδε ἀναγραφῇ εἰς στήλας λι[θίνας δύο],
καὶ στῆσαι μίαν μὲν ἐν τῆι παιδικῆι παλαίστραι, ἐν ὧι ἂν τό[πωι ἐπι]-
85 τήδειον εἶναι φαίνηται, τὴν δ’ ἑτέραν ἐν τῶι ἱερῶι τοῦ Ἀπό[λλωνος]
τοῦ Δελφινίου ἐπὶ τῆς ἐξέδρας τῆς ἀνατεθείσ<η>ς ὑπὸ [Εὐδήμου]
τοῦ Θαλλίωνος· ὅπως δ’ ἐπὶ τῆι περὶ ταῦτα φιλοτιμ<ί>αι τιμ[ηθῆι κατα]-
ξίως Εὔδημος, βουλεύσασθαι τὸν δῆμον ἐν τοῖς κα[θήκουσιν]
χρόνοις.  ἔδοξε τῶι δήμωι εἰς λεύκωμα ἀναγράψαι τ[ὸ ψήφισμα].
Search Help