Honorary decree by Aiolian city (name lost) for foreign judges (?) from Miletos; II?: *Milet I 3, 152a; **Robert, BCH 48, 1924, 339 (ll. 0-2); SEG 4, 432; **IG XII Supp. 140 (ll. 2, 20, 22).  
[ ] Milet I 3, 152a
0 [ἐπαίνεσαι δὲ καὶ τὸν συνεξαποστάλεντα τῶι δικάσται γραμματέα]
[Ἀριστόξενον ἐπὶ τᾶι καττὰν γραμματεία]ν φιλο-
[π]ο̣ν̣ί̣α̣[ι, καὶ στεφάν]ω̣σ̣αι αὖτον θάλλωι στεφάνωι·
δέδοσθαι δὲ Ἀριστοξένωι καὶ πολιτείαν καὶ προξε-
[ν]ίαν καὶ αὔτωι καὶ ἐκγόνοισι καὶ εἴσπλουν καὶ ἔ-
5 [κπλ]ο̣υ̣ν καὶ πολέμου καὶ εἰρήνας ἀσύλει καὶ ἀσπόν-
[δει και]ὶ ἔφοδον ἐπὶ τὰν βόλλαν καὶ τὸν δᾶμον πρώ-
[τωι μ]ετὰ τὰ ἴερα· τὰν δὲ ἀναγγελίαν τῶν στεφά-
[νων π]οιήσασθαι τὸν ἀγωνοθέταν ἐν τοῖς πρώ-
[τοισι Δ]ιονυσίοισι τῶι ἄγωνι τῶν παίδων· στεφά-
10 [νω]σ̣αι δὲ αὔτους καὶ εἰς τὸ λοῖπον ὑπὸ τῶν ἄει ἐ-
[σομ]ένων ἀγωνοθέταν· κάλεισθαι δὲ αὔτους καὶ
[εἰ]ς̣ προεδρίαν ἐν πάντεσσι τοῖς ἀγώνεσσι, οἶσπερ
ἀ πόλις συντελέηι· ἀπόδειξαι δὲ καὶ πρεσβεύταν, ὄστις
ἀφικόμενος εἰς Μίλατον τό τε ψάφισμα τόδε ἀποδώσει
15 καὶ ἐπέλθων v7 ἐπὶ τὰν βόλλαν καὶ τὸν δᾶμον
παρακαλέσσει Μιλασίοις τάν τε συγγένειαν καὶ φιλί-
αν καὶ εὔνοιαν συντηρέοντας ἐπὶ πλέον αὔξειν καὶ
τὰν ἀναγόρευσιν τῶμ προειρημένων στεφάνων ποιή-
σασθαι καὶ παρ’ ἐαύτοισι καθ’ ἕκαστον ἔτος καὶ τὸ ψά-
20 φισμα τοῦτο ἀναγράψαντας εἰς στάλαν λεύκωι λίθω
ἀναθέμεναι εἰς τὸν ἐπιφανέστατον παρ’ ἐαύτοισι τόπον.
πρεσβεύτας ἀπεδείχθηι Μέντωρ Μέντορος νεώ-
τερος.
Search Help