Honorary decree by synedroi and demos of Eretria for foreign judges from Miletos; II1: *Milet I 3, 154; **NBeitr 6, 62 (ll. 28-9); **Robert, BCH 50, 1926, 484, note 2 (ll. 0-1); SEG 4, 433.  
[ ] Milet I 3, 154
0 {²several lines}²
a [Μιλήσιοι, ἀποδεξάμενοι τὸν πρεσβευ]-
1 [τ]ὴ̣[ν] φ̣ι̣λ̣[ο]φ̣ρόνως καὶ̣ [εὐνό]ως νο[μίζο]ν̣τ̣ε̣ς̣ κ̣α̣θ̣ῆ̣-
κον εἶναι ἑαυτοῖς ἐπακολουθεῖν τοῖς παρακαλου-
μένοις προθύμως, κατέστησάν τε τοὺς δικασ-
τὰς καὶ ἐξαπέστειλαν, ὅπως ἐπιτελεσθῆι ἡμῖν ἡ
5 πρὸς ἀλλήλους δικαιοδοσία.  ὅπως οὖν καὶ Ἐρετρι-
εῖς φαίνωνται εὐχάριστοι καὶ προνοούμενοι τῶν κα̣-
λῶν καὶ ἀγαθῶν ἀνδρῶν, δεδόχθαι τοῖς συνέδροις
καὶ τῶι δήμωι· ἐπαινέσαι τὸν δῆμον τὸν Μιλησίων, ἐφ’ ἧι
ἔχει εὐνοίαι πρὸς Ἐρετριεῖς καὶ ἐπὶ τῶι ἐξαποστεῖλαι
10 τοὺς δικαστὰς ἀξίους ἑαυτοῦ τε καὶ τῆς ἡμετέρας̣
πόλεως καὶ στεφανῶσαι χρυσῶι στεφάνωι καὶ εἰκόνι
χαλκῆι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας, ἧς ἔχων διατελεῖ
πρὸς Ἐρετριεῖς.  ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰς Μενίσ-
κον Μενίσκου, Ἀπολλόδωρον Ἀπολλωνίδου [⁵¹ ․․c.7․․ ]⁵¹
15 [⁵¹ ․․․․c.12․․․․ ]⁵¹ Μιλησίους καὶ στεφανῶσαι αὐτῶν ἕκασ-
τον χρυσῶι στεφάνωι, ἐφ’ ἧι ἐποιήσαντο περὶ τὰς κρίσεις
δικαιοσύνει, ἃς μὲν κρίνοντες τῶν δικῶν ἴσως καὶ δι-
καίως, ἃς δὲ καὶ συλλύοντες συμφερόντως τοῖς τὰ πράγμα-
τα ἔχουσιν, καὶ διότι ἐν τῆι ἐπιδημίαι καὶ ἀνασ̣τ̣ρ̣ο̣φ̣ῆι διετέ-
20 λεσαν ἄξιοι μὲν ὑπάρχοντες τοῦ ἐξαποστείλαντος δή-
μου, ἄξιοι δὲ τῆς ἐγχειρισθείσης αὐτοῖς πίστεως.  καλέσαι
δὲ αὐτοὺς καὶ ἐπὶ θυσίαν καὶ ξένια ἐπὶ τὴγ κοινὴ̣ν ἑστίαν.  εἶ-
ναι δὲ αὐτοὺς καὶ προξένους τῆς πόλεως̣ τ̣[ῆς Ἐρε]τριέων
καὶ αὐτοὺς καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς ἀσφά̣[λ]ε̣ιαν καὶ ἀ-
25 συλίαν.  ἵνα δὲ καὶ Μιλήσιοι παρακολουθήσω̣σιν τήν τε τῶν ἀν-
δρῶν καλοκἀγαθίαν καὶ τὰ παρ̣’ [Ἐρετριέων φι]λ̣άνθρωπα, τοὺς
προβούλους, ἐπειδ̣[ὰν ὁ δῆμος κυρώσηι τόδε τὸ ψή]φισμα, συνθεῖ-
ναι αὐτοῖς σφραγισ̣[αμένους τῆι δημοσίαι σφραγῖ]δ̣ι καὶ προνο-
ηθῆναι, ὅπως μετ[ὰ πάσης ἀσφαλείας ἀνακομισθῶσιν εἰς] τ̣ὴν ἰδία[ν].
30 παρακαλεῖ τε ὁ δ̣[ῆμος ὁ Ἐρετριέων πάντας Μιλησίους ἀπο]δεξα̣-
μ̣έ̣ν̣[ο]υ̣ς̣ τ̣[ὰ] π̣α̣ρ̣’ [Ἐρετριέων φιλάνθρωπα ․․․․․․c.17․․․․․․․ ]φ․
{²several lines}²
Search Help
Contact Us