Honorary decree of demos [of Erythrai] for [Simos Apolloniou] and other strategoi who helped to defend city [vs. Galatians]; c. 277/5 BC; found at Erythrai: Fontrier, Mouseion 3, 1-2, 1878-1880, 122-4, no. 156; Fontrier & Foucart, BCH 3, 1879, 388-392; Syll3 410; *IEry 24 (PH).  
[ ] IEry 24
1.1.1 <⁶⁵[Σῖμος]>⁶⁵
<⁶⁵[Ἀπολλωνίου]>⁶⁵
<⁶⁵[Ἀθήναιος]>⁶⁵
<⁶⁵[Διονυσίου]>⁶⁵
5 <⁶⁵[Ἑκα]τᾶς>⁶⁵
<⁶⁵[Γνώ]του>⁶⁵
<⁶⁵Ἀπελλίκων>⁶⁵
<⁶⁵Πειθαγόρου>⁶⁵
2.1 <⁶⁵Λήναιος>⁶⁵
<⁶⁵Ἡρογένου>⁶⁵
3.1 <⁶⁵[Φύρσων]>⁶⁵
<⁶⁵[Ἰατροκλείους]>⁶⁵
<⁶⁵[Ἀναξικράτης]>⁶⁵
<⁶⁵[Θρασυβούλου]>⁶⁵
5 <⁶⁵Πύθεος>⁶⁵
<⁶⁵Πυθέου>⁶⁵
<⁶⁵Μοιρῶναξ>⁶⁵
<⁶⁵Ἐνδήμου>⁶⁵
2.3.1 ἐφ’ ἱεροποιοῦ Ἀπατουρίου, μηνὸς Ἀρτεμισιῶνος,
ἔδοξεν τῶι δήμωι· Πολύκριτος Ἰατροκλείους εἶπεν· ἐπ-
ειδὴ οἱ στρατηγοὶ οἱ στρατηγήσαντες τὴν πρώτην
τετράμηνον ἐφ’ ἱεροποιοῦ Ἡγησαγόρου, Σῖμος Ἀπολλω-
5 νίου, Φύρσων Ἱατροκλείους Ἀθήναιος Διονυσίου, Ἀνα[ξι]-
κράτης Θρασυβούλου, Ἑκατᾶς Γνώτου, Πύθεος Πυθέο[υ],
[Ἀ]πελλίκων Πειθαγόρου, Μοιρῶναξ Ἐνδήμου, Λήν[αιος]
[Ἡρογ]ένου, ἄνδρες ἀγαθοὶ καὶ φιλότιμοι γεγόνα[σι περὶ]
τὸν δῆμον, καὶ καλῶς μὲν καὶ συμφερόντως τ[ῆς τε φυλα]-
10 κῆς καὶ τῶν ἐξοπλασιῶν ἐπεμελήθησαν, πο[λλῶν δὲ φό]-
βων καὶ κινδύνων περιστάντων καὶ δαπ[άνης οὔσης πρὸς]
εἰρήνην οὐκ ὀλίγης ἐν ἅπασιν διετ[ήρησαν τὴν πό]-
λιν καὶ τὴν χώραν ἀκέραιον, ἐπιμεληθέν[τες μὲν τῆς τῶν χρη]-
μάτων συναγωγῆς τε καὶ ἀποστ[ολῆς τοῖς περὶ Λεον]-
15 νόριον βαρβάροις ἃ συνετάξατο ἡ π[όλις, φροντίσαντες]
δὲ τῶν τοῖς παρ’ Ἑρμοκράτει τατ[τομένοις — δια]-
γραφέντων χρημάτων ὑπ’ Ἀθη[ναίου καὶ τῶν τοῖς —]
μαϊκοῖς προσοφειλομένων ε[ἰς σιτηρέσιον, τοῖς δὲ μισθο]-
φόροις τῶν ὀψωνίων ἐκ πλεί[ονος λειπόντων προεισε]-
20 νείκαντες ἐκ τῶν ἰδίων [ἔδωκαν· ἐφρόντισαν δὲ καὶ τῆς]
ἄλλης διοικήσεώς τε [—]
τῶν ἐπιπεσόντων π[—·  δεδόχθαι τῶι]
δήμωι· ἐπαινέσαι μὲ[ν τοὺς στρατηγοὺς τοὺς στρατη]-
γήσαντας ἐφ’ ἱεροπ[οιοῦ Ἡγησαγόρου τὴν πρώτην τε]-
25 τράμηνον καὶ σ[τεφανῶσαι χρυσῶι στεφάνωι, Σῖμον]
Ἀπολλωνίου, Φύρ[σωνα Ἰατροκλείους, Ἀθήναιον Διονυσίου,]
Ἀναξικράτην [Θρασυβούλου, Ἑκατᾶν Γνώτου, Πύθεον Πυθέ]-
ου, Ἀπελλίκων[τα Πειθαγόρου, Μοιρώνακτα Ἐνδήμου, Λήναι]-
ον Ἡρογένου· [δοῦναι δὲ αὐτοῖς προεδρίαν ἐν πᾶσι τοῖς ἀγῶ]-
30 σιν· ἀνανγε[ῖλαι δὲ τὴν δεδομένην αὐτοῖς τιμὴν τοὺς]
ἀγωνοθέτας [τοῖς Διονυσίοις καὶ Σελευκείοις ἐν τῶι]
θεάτρωι, ὅτα[ν τοὺς ἀγῶνας συντελῶσιν· ἀναγράψαι δὲ]
τόδε τὸ ψή[φισμα τὸν γραμματέα ἐν στήληι λιθίνηι καὶ στῆ]-
σαι ἐν τῆ[ι ἀγορᾶι —]
35 μαι χε[—]
τω ὁ δῆ[μος —]
Search Help